Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἴποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, σανεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν.

καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ᾿ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου.

Χριστὸν δὲ ὀνόματι ὁμολο- [*](4ff vgl. haer. 19, 1, 4ff; I 218, 2ff — 8f vgl. haer. 19, 1, 10; I 219, 5ff haer. 19, 5, 4; I 222,25ff haer. 30, 3, 2; I 336, 1ff — 9f vgl. haer. 20, 3, 4; I 227, 6ff — 11ff vgl. haer. 19, 1, 4; I 218, 5f (dort war jedoch nicht behauptet, daß Jexai auch ein Buch geschrieben hätte) — 12ff vgl. haer. 19,3,6f; I 220,23ff — 15ff vgl. haer. 19, 1, 11ff; I 219, 12ff — 24vgl. haer. 19,3,7; I 220,24ff — 25f vgl. haer. 19,3,4; I 220, 8ff haer. 30, 3, 3ff; I 336, 4ff) [*](M U) [*](2 καλουμένης < Μ | <τε> * | τὸν] τῶν Μ 3 ναβαττίδι U 4 τούτου U 6 προσεκύνουν U 7 διὰ τὸ] καὶ τό Μ 8 καὶ Ἐβιωναῖοι < Μ | Νασαραῖοι Μ | καὶ4 < U 11 Ἰεξαὶ] ἰσξαὶ Μ τὸ U 16 ἀκηκόειν U | ὅτι] ὅτε U | ἀμαρθοῦς Μ 17 ἔτι *] ἡ Μ < U | μαρθάνη Μ 18 βαδίζειν Μ | συνεχόμενοι Μ 19 δῆθεν ἕνεκεν U 24 αὐτοῖς *] < Μ καὶ U)

316
γοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον, καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται.

καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχονν, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα *.