Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας.

κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀναδυκλουμένῃ <ἐν τῇ> τάξει τῶν τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα <ὡς> κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία.

καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεμάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν.

διὸ παρατηρούμεθα μὲν τὴν τεσσαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρόβατον ἀπὸ δεκάτης, <τὸ> ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας.

ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ᾿ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν. |