Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περι μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα.

ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημίωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ᾿ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας.

ἀπὸ γὰρ τεσσαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενος τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ καταλυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν.

οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα »καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα«,

προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει πρα᾿ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνοις, ὅπερ μάννα παρ᾿ αὐτοῖς κέκληται.

[*](2 Pred. 7,30 — 6f vgl. Ex. 12,3. 6 — 20f vgl. Matth. 5,17 — 24 Jos. 5,10ff)[*](M U)[*](2 ἡμῖν ἁγίου M 3 συνετὸν] σὺν τὸν Μ 4 αὐτοῖς Μ ἑαυτοὺς U 5 εἰ] ἐν U 8 ἥ τε] ἢ τῆ U 11 ἐπιφώσκουσα ἓξ] ἐπιφωσκούσας ξݲ M | ἐπιτελεῖ*] διατελεῖ U διατελῆ Μ 13 lies viel. μιᾶς αὐτῆς οὔσης * | ἔστι *] ἔχει MU 14 οὐκ ὀλίγην] οὐ λογικὴν M 15 τὸν νόμον + <τῶν Ἰουδαίων>? *; die Ergänzung ist nahegelegt durch das folgende αὐτοῖς u. αὐτοὺς 18 φαινὸν U 19f ἠμαύρωται U 24 καὶ ἐποίησαν — τὸ πάσχα < U 25 [ἡ θεία γραφὴ]* 26 ὅτι] ἔτι Μ 27 ἀγγελικὴ] εὐαγγελικὴ M)
248