Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἄλλα τινὰ τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει.

καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ᾿ ἂν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ. τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων »μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς« καὶ τό »εἰ ἀπληστότερος εἶ, [*](8 Gen. 1, 28 — 9 Matth. 19, 6 Mark. 10, 9 — 10 Hebr. 13, 4 — 10 f zu diesem Vorwurf genen Paulus (wegen I Tim. 5, 23?) vgl. Hieronymus prol. in ep. ad Titum; Migne 26, 356 Tatianus, Encratitarum patriarches, qui et ipse nonnullas Pauli epistolas repudiavit, hanc vel maxime hoc est ad Titum apostolic pronuntiandam credidit; parvipendens Marcionis et aliorum qui cum eo in hac parte consentiunt assertionem — 14 vgl. Gen. 9, 21 — 15 vgl. Gen. 19, 31 ff — 16 vgl. Ex. 32, 6 — 17 ff Prov. 23, 29 f — 24 Luk. 21, 34 — 25 f Prov. 23, 2 f) [*](M U) [*](1 ὁτιοῦν < U 3 ἀληθείας] ἀκολουθίας Μ 5 * etwa <ἀρχῆς καὶ μιᾶς> * 6 vor τὴν γνῶσιν + καὶ U | εἴη hinter δὲ U 9 ἃ U 10 λέγοντος U 10 f ἀλλὰ ἐλεγχόμενοι—καλοῦντες < U 12 καὶ] κατὰ U 14 εἶδος εἶναι] εἶναι τέλος U | ἀπὸ τοῦ οἴνου < Μ 19 f τοιαῦτα τινὰ U 20 συσσορεύουσι Μ συσωρεύουσι U | πιθανώτητα Μ 21 πανταχοῦ U 23 εἴποιμ᾿ ἂν] εἴποιμι Μ | πάσῃ *] πολλῆ Μ U 24 ὑμῶν φησιν U)

218
μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς«.

περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφάγους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη »τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει«.

ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι᾿ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ <ἕψεμα> πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι).

καὶ ὡς ἐκεῖνος δι᾿ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.