Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν ßκαὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν,

καταφρονεῖν τε τοῦ δηιουργοῦ καὶ ἀρνεῖσθαι αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ ψύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. »οὕτως γάρ, φηςίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι γάρ, φηςίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα«.

[*](15—18 vgl. Hippolyt refut. VII 38, 2; S. 224, 5ff Wendland νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα, τῶν δὲ εὐαγγελίων ἢ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται — über seine Bestreitung des A. T. vgl. Rhodon bei Eusebius h. e. V 13, 2; S. 454, 25 Schwartz Hippolyt refut. X 20, 2; S. 281, 1 ff Wendland Ps. Tertullian adv. omn. haer. 6 Origenes c. Cels. V 54; II 58, 2 Kötschau; dazu die Bruchstücke aus den Syllogismen bei Origenes in Gen. hom. II 2; VIII 134 ff Lommatzsch u. Ambrosius de paradise V 28; S. 284, 18 Schenkl VI 30ff; S. 286, 23ff VII 35; S. 292, 5ff VIII 38 ff; S. 294, 9ff — 17 Agraphon, vgl. Resch, Agrapha2 S. 112ff)[*](V M)[*](3 <δὲ>* 4 hinter τούτω Rasur von 2 Buchstaben V corr | <δὲ>* 7 ἀνομίαν] lies wohl ἄνοιαν* 10 ἀκείνους aus ἐκείνοις V corr 12 <λαβὼν>* 14 τὴν <τῶν> ἄνω?* 15 ἐν auf Rasur V corr 15f τὰ φύσει—ποῖά ἐστι am Rande nachgetragen V corr)
193

εἶτα, φηςίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀληθείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς.

καὶ ἀναλύσας, φηςίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ’ αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρανόν ὅθεν καὶ ἧκε.

3. Καὶ ὧ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων.

εἰ γὰρ ὄλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ’ ἀρχῆς αὐτὸ ἑαυτῷ κατεσκεύαζεν;

εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ’ ὑμᾶς <τοῦ> τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι.