Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελάσειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑπερήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονόᾳ.

καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώσεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποιηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ’ αὐτοῦ κτιζόμενος θεὸς ἀποβήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται τῶν κακῶς ὑπ’ αὐτοῦ δεδημιουργημένων.

καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποιηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός.

Χριστὸν δὲ ἥκειν φηςὶν ἐπ’ ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων,

καὶ ἐλθόντα οὐ δοκήσει [*](21—S. 192, 12 vgl. Tertullian de carne Chr. 1 admissa carne natiritatem negare 6 de sideribus, inquint, et de substantiis superioris mundi mutuatus est carnem 8 de sideribus illi substantiam competisse Hippolyt refut. VII 38, 3; S. 224, 9ff Wendland τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεως κατεληλυθέναι τουτέστι τοῦ ἀγαθοῦ, κἀκείνου αὐτὸν εἶναι υἱόν· τοῦτον δὲ οὐκ ἐκ παρθένου γεγενῆσθαι οὐδὲ ἄσαρκον εἶναι φανέτα λέγει, ἀλλ’ ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα πεποιηκέναι, τουτέστι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουςίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν κόσμῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουςίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν κόσμῳ Χ 20, 2; S. 280, 24 ff Ps. Tertullian adv. omn. haer. 6 Christum neque in phantasmate dicit fuisse sicut Marcion neque in substantia very corporis ut evangelium docet, sed in eo quo de superioribus partibus descenderit, ipso descensu sideream sibi carnem et aëream contexuisse Filastrius haer. 47, 4 f; S. 25, 5 ff Marx dicit autem Christum in carne apparuisse, non tamen sicut Valentinus de caelo carnem deposuisse . . . sed de quattuor elementis id est de sicco calido umido et frigido accepisse (beachte jedoch, daß Tertull. u. Pseudotertull. einerseits, Hipp. Epiph. Filastr. andrerseits sich nicht decken; die letzteren nehmen an, daß der wunderbare Leib auf der Erde bereitet wurde, vgl. insbes. bei Hipp. S. 224, 18 σάρκα . . . δείξας ἀπέδωκε γῇ ἐξ ἦσπερ ἦν οὐσίας). — Eine ähnliche Vorstelung wie die erstere ascension Jesaiae 10, 7 ff ep. apost. c. 13; S. 46, 1 ff u. 47, 1ff Schmidt und bei Simon Magus Panarion haer. 21, 2, 4; I 240, 3 ff) [*](V M) [*](6 * <γενόμενα κακῶς> * 7f καταγελάσαιεν V 9 οὐχ aus οὐκ Vcorr 12 κακῶς Pet.] καλὼς VM 14 μὴ ausradiert V corr | γένηται aus γεγένηται V corr 19 φηςὶν *] φὴς VM | καιρῶν aus καλῶν V corr καλῶν Μ)

192
πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε <δὲ> ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου.

ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ <δὲ> τῷ τρότπῳ· καί, φηςίν, ἐν τῷ ἔρχεσθαι ἀπὸ τῶν ἀπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσςάρων στοιχείων σῶμα.

καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ’ ἐκείνους λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα.