Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν <τε> ἐσομένην ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους.
ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν.
οὕτως τοίνυν καὶ οὑτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι. ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή.
κατὰ διαδοχὴν δὲ δὲ τούτου παῖς, Ἐνὼς δὲ ἠν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ᾿ ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος τῆς ἀληθείας.
10. Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώπων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστατος θεὸς λόγος,
ἐλθὼν δὲ ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν καὶ εἰς ἑαυτὸν [*](3ff vgl. Irenaeus adv. haer. V 26, 2; II 396f Harvey καλῶς ὁ Ἰουστῖνος ἔφη ὅτι πρὸ μὲν τῆς τοῦ κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ σατανὰς βλασφημῆσαι τὸν θεόν, ἅτε μηδέπω εἰδὼς αὑτοῦ τὴν κατάκρισιν διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι. μετὰ δὲ τὴν παρουσίαν τοῦ κυρίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν ἀποστόλων μαθὼν ἀναφανδόν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ θεοῦ καὶ πᾶσι τοῖς ἀμετανοήτως παραμείνασι ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώπων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα κύριον — 6 Matth. 4, 6 — 15 vgl. Gen. 5, 8. 7 — 18 vgl. Gen. 5, 11. 10) [*](V M 2 ἀπληστίας aus ἀπληστείας V corr ἀπληστείας M 1 ἐρίσαι hinter φθέγξασθαι durchgestrichen V corr 7 ἤκουσεν M 8 τοῦ < V | > <τε> * 12 ἐμλαβὼν wohl aus ἀναλαβὼν Vcorr 13 nach ὄντα1 ein Wort θεὸν?) ausradiert V corr 21 τότε] πότε M 24 ὁ1 + <ἐκ πατρὸς>? >? * 25 ἐσχάτου, ου aus ων V corr)
κηρύξας ἡμῖν ζωῆς τὰ μυστήρια, δικαιοσύνης τε ἐργάτας τοὺς αὐτοῦ μαθητὰς καταστήσας καὶ τὴν αὐτοῦ διδασκαλίαν δι᾿ ἑαυτοῦ τε καὶ δι᾿ αὐτῶν παιδεύσας τὸ γένος τῶν ἀνθρώπων, οὐ τὰ τῶν Σηθιανῶν ἀποκαλύψας οὐδὲ Σὴθ ἑαυτὸν ὀνομάσας. ὡς οὑτοι ληροῦντες καὶ μέθῃ τινὶ συνεχόμενοι ἀπὸ τῆς ἀληθείας ἐκπεπτώκασι;
Τὰ δὲ νῦν συντόμου οὔσης τῆς * αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖναι τὸν κατ᾿ αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις. εὔτρωτος γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης διδασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν.