Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν > μετὰ τὴν Ὀδοάδα τὴν ἄλλην κατωτέρω γενόμένων.

τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ δογματίζει.

μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων ἐρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ᾿ ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ᾿ οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἴνα μὴ δι᾿ ἀπορίαν παρεληλυθέναι τὰ κατ᾿ αὐτὸν δόξω.

εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ᾿ αὐτοῖς τάσσονται, εὑρε- θήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ.

πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐω- νύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀρι- στερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο.

ἄρα οὖν, ὦ ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ σοῦ ἠπατη- μένοι, τὸ μεσαίτατον ἀφ᾿ οὐπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἔν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος [*](Ö 388) [*](V M 11 — 15 vgl. Irenaeus adv. haer. 1 11, 2; I lOlf Harvey (= lat.) Hippolyt refut. VI 38, 1; S. 168, 7ff Wendland Tert. adv. Valent. c. 38) [*](1 κυρίου] Χριστοῦ V 1 f σκεπάσαι τὰς ψυχὰς] ἐπᾶσαι ταῖς ψυχαῖς V 7 ὢν < M | περισσώτερον V 8 πάντα μὲν τὰ, μὲν τὰ hineingeflickt 10 οὖτος ο aus ω Vcorr | ὢν ὡς — Οὐαλεντῖνον < M 15 ἀπὸ τῶν τῶν αὐτῶν > *] a fructibus eorum lat. ἀπὸ τῶν καρπῶν αὐτῶν Hipp, a fructibus de substantia venientibus Tert. 16 γενομένην VM 17 ἰδίου V | τῶ ἰοῦ V | δωτῆρι M 18 ὑπ’ αὐτοῦ M 24 ἔχων M 28 μεσαίτατον aus μεσότατον Vcorr μεσώτατον M, vgl, S. 440, 11 f)

440
τὸ ἐξ αἰτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἕν ὄν, οὗ ἀνώτατον οὐδὲ ἴν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ᾿ αὐτοῦ ἐκτισμένα.