Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἔσται τοῦτο φανερὸν τοῖς τὴν ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἶς θεός ἐστιν. καὶ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ δὲ εἶς θεός ἐστιν, ἐξ οὗ τὰ παντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ’ αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἄγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ᾿ αὐτοῦ ἀφθόνως εὖ] προεληγυθότα.

2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστιν καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τού τοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ εὐώνυμα ὡς ἀλλότρία αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, γεγέτω μοι πόθεν λαμ- βάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον.

παρ’ ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ῆτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἱς οὐδέποτε ἐναλλαγὴ γίνεται.

τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνα- τολὴν νότος εἴτ᾿ οὖν μεσημβρία δεξιὰ κληθήσεται. τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι ἀρκτῷον ἀριστερόν.

τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπους τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ τινος κεκλι- μένον ἀνθρώπου εἴτ᾿ οὖν ἀρκτῷον εἴτ οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον.

ποῦ τοίνυν ὁ ἀπατεὼν ἐξῃῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν γεωμετρίαν; κοὶ ὦ τῆς τοιαύτης πολλῆς γηρολογίας τῆς τὰ πάντα συγχεύύσης.