Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὐδὲ γὰρ ὁ Λόγος κατ’ αὐτοὺς προηγουμένως σὰρξ γέγονεν. λέγουσι γὰρ τὸν Σωτῆρα ἐνδύσχσασθαι σῶμα ψυχικὸν ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀρρήτῳ προνοίᾳ πρὸς τὸ ὁρατὸν γενέσθαι καὶ ψηλαφητόν.
σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ ἡ] γεγονυῖα πλάσις ὑπὸ τοῦ θεοῦ, ἥν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ θεοῦ ἐμήνυσεν 6 Ἰωάννης.
καὶ λέλυται αὐτῶν ἡ πρώτη καὶ ἀρχέγονος Ὀγδοάς. ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου καὶ Μονογενοῦς καὶ Ζωῆς καὶ Φωτὸς καὶ Σωτῆρος καὶ Χριστοῦ καὶ υἱοῦ θεοῦ, καὶ τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς Ὀγδοάδος <αὐτῶν> [*](7 Joh. 1, 14 — 14f vgl. Ephes. 4, 10 V Μ lat.) [*](4 δὲ οὐ] οὐδὲ Μ | συ///ζυγιῶν, ν ausradiert V 5 lies wohl Χριστοῦ Ἰησοῦ * | οἶδεν + esse lat. 7 ἄνω < lat. | ἐν oben drüber V corr < M 9 γε] ὥστε M 9f ὁ ἐκ πάντων γεγονὼς καὶ *, vgl. S. 419, 9] ὁ ἐκ τῆς οἰκονομίας VM qui ex oninibus factus est et lat. 13 ἠμῶν αὐτῶν] nostra lat. 14 [ὁ] 15 † καὶ ὁ VM et qui latt; alter Fehler für ὁ καὶ * | ὁ τοῦ μόνου] ab 17 <ὁ Ἰωάννης> *] Johmmes lat. (auch durch die syr. Übersetzung bestätigt) ἐμπέποιηται V 18 lies wohl Χριστοῦ Ἰησοῦ * 19 γὰρ *] δὲ VM enim lat. 22 ἡ] * 23 ὁ oben drüber Vcorr < M 25 καὶ5 < lat. 26 <αὐτῶν> illorum lat. | σκηνοπηγία (auch durch die syr. Übersetzung bestätigt)] conipago)
Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες μεταφέρουσι καθὼς προειρήκαμεν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ὅμοια ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὑτοῖς προβαλλομένοις, ἔπειτα περωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾶν αὐτάς,
ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ᾿ ἐκείνης τῆς ἐξ ὑπογύου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ᾿ οὕτως Ὅμηρος εἴη πεποιηκώς·
ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅιδῃ κύνα πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως (οὐδὲν γὰρ παραδείγματος χάριν ἐπιμνησθῆνα καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης <τῆς> ἐπιχειρήσεως τοῖς ἀμφοτέροις) ·