Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ τοῦτον εἶναι τὸν κατ’ εἰκόνα κα ὁμοίωσιν γεγονότα, καὶ κατ' εἰκόνα μὲν τὸν ὐλικὸν ὑπάρχειν, παραπλήσιον μέν, ἀλλ' οὐχ ὁμοούσιον ὅντα τῷ θεῷ. καθ' ὁμοίωσιν δὲ τὸν ψυχικόν, ὅθεν καὶ πνεῦμα ζωῆς τὴν οὐσίαν αὐτοῦ εἰρῆσθαι, ἐκ πνευματικῆς ἀπορροίας οὖσαν.

ὕστερον δὲ περιτεθεῖσθαι λέγουσιν αὐτῷ τὸν δερμάτινον χιτῶνα. τοῦτο δὲ τὸ αἰσθητὸν σαρκίον εἶναι θέλουσι.

Τὸ δὲ κύημα τῆς Μητρὸς αὐτῶν τῆς Ἀχαμὼθ ὃ κατὰ τὴν θεωρίαν τῶν περὶ τὸν Σωτῆρα ἀγγέλων ἀπεκύησεν, ὁμοούσιον ὑπάρχον τῇ Μητρὶ [*](V M lat. (Tert., Hipp.)) [*](2 ψυχικὸν getilgt Vcorr | αὐτῶν] suae lat.; vgl. Z. 5 u. 23 (mit αὐτῶν die Valentinianer gemeint) 3 κτίσμα τοῦ — Κοσμοκράτορα x003C; M 4 πνεῦμά ἐστι] πνεύματος M Ι πνεῦμα . . τῆς πονηρίας] spiritalis nequitia lat. o δὲ x003C; lat. Ι ὑπερουράνιον] coelestis lat. 6 ἐπουράνιον] ὑΠερουράνιον V 7 τόπον x003C; V Ι > Ausgg.] vero lat. | Κοσμοκράτορα] παντοκράτορα M 8 ἀμηχανίας] lat. 8f ἐκ τοῦ > στασιμωτέρου *] ἐκ τοῦ ἀσημοτέρου V ἐκ στασιμωτέρου M de vesaniori lat. 10 γῆν Ausgg.] τὴν V M terram lat. | μὲν] vero lat. | φόβου + τοῦ V | τῶν δακρύων hinter φόβου nachgetragen Vcorr < Μ u. 11 δὲ 1 Ausgg.] τε VM vero lat. | λύπης] materiae ὕλης) lat. 14 δὴ] δὲ 15 χο///ικὸν, ο// aus ω Vcorr 16 vor ἀπὸ + et lat. | τοῦ κεχυμένου καὶ τῆς ὕλης] ab (effusibili ?) et fluida materia lat. de fluxili et fusili eins (sc. materiae) Tert. 18 καὶ x003C; lat. 19 οὐκ M Ι ὅντα] esse lat. 20 ὅθεν] ὁ δεὸς Μ 22 θέλουσι] λέγουσιν V 24 σωτῆρα] σωτῆρα] ἀέρα M Ι ὑπάρχοντα M)

416
πενυματικόν, καὶ αὑτὸ ἠγνοη κέναι τὸν Δημιουργὸν λέγουσι καὶ λεληθότως κατατεθεῖσθαι εἰς αὐτὸν μὴ εἰδότος αὐτοῦ, ἵνα | δἰ αὐτοῦ εἰς τὴν αὐτοῦ ψυχὴν σπαρὲν καὶ εἰς τὸ ὑλικὸν τοῦτο σῶμα, κυοφορηθέν > ἐν τούτοις καὶ αὐξηθὲν ἔτοιμον γένηται πρὸς ὑποδοχὴν τοῦ γελείου > ἔλαθεν οὖν, ὥς φασι,

τὸν Δημιουργὸν ὁ συγκατασπαρεὶς τῷ ἐμφυσήματι αὐτοῦ ὑπὸ τῆς Σοφίας πνευματικὸς ἄνθρωπος ἀρρήτῳ > προνοίᾳ. ὡς γὰρ τὴν Μητέρα ἠγνοηκέναι, οὕτω καὶ τὸ σολερνα ἀτῆς. ὅ δὴ καὶ αὐτὸ Ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας. καὶ τοῦτο εἶναι τὸν ἐν αὐτοῖς ἄνθρωπον ἀξιοῦσιν.

ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὺς καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευμκτικὸν ἄνθρωπον ἀπὸ Τῆς Μητρὸς Τῆς Ἀχαμώθ.

20. Τριῶν οὖν ὅντων τὸ μὲν ὑλικόν, ὅ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον. τὸ δὲ ψυχικόν, ὅ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὃν τοῦ τε πνευματικοῦ καὶ τοῦ ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται.

τὸ δὲ πνευματικὸν ἐκπεπέγφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. καὶ τοῦτ' εἶναι λέγουσι τὸ ἂλας καὶ τὸ φῶς τοῦ κόσμου. ἔδει γὰρ τῷ ψυχικῷ καὶ αἰσθητῶν παιδευμάτων. διὸ καὶ κόσμον κατεσκευάσθαι λέγουσι.

καὶ τὸν σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικόν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸν σὠσῃ.

ὦν γὰρ ἤμελλε σᾠζειν, τὰς ἀπαρχὰς αὐτὸν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικόν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν χριστόν, ἀπὸ ἀπὸ δὲ τῆς οἰκονομίας περιτεθεῖσθαι σῶμα, ψυχικὴν ἔχον οὐσίαν, κατεσκευασμένον δὲ ἀρρήτῳ τέχνῃ πρὸς τὸ καὶ ὁρατὸν καὶ ψηλαφητὸν καὶ παθητὸν γενέσθαι. καὶ ὑλικὸν [*](19 vgl. Matth. 5, 13. 14 V M lat. (Tert., Hipp.)) [*](1 αὐτὸν V 3 κυοφορηθέν] gestatwn . . vclut in utero lat. (Tert. umschreibt noch freier) Ι 003E; *] qivoquc lat. 5 > Ausgg.] rationis lat. sermoni Tert. 7 003E; Ausgg.] virfute et lat. Ι ἠγνοηκέναι] ignoravit lat. 8 δὴ x003C; lat. 9 τοῦτο Ausgg.] τότε V τὸ M hunc lat. 11 σαρκικὸν] σαρκίον M carneuw lat. 14 ἐπιδείξασθαι V 16 καὶ 2 x003C; lat. 1 7 πρόσκλισιν Ausgg.] πρόσκλησιν VM declinaverit lat. adnuerit Tert. 19 θέλουσι aus λέγουσι V corr lat. dicunt l at.| τῷ ψυχικῷ Ausgg.] τῶν ψυχικῶν VM cnnniali lat. animahin Tert. 20 καὶ 1 x003C; lat. steht bei Tert. Ι δι’ ὦν διὸ V corr 21 καὶ 003C; lat. 22 ἔμελλε M Ι vor τὰς ἀπαρχὰς + eorum lat. 24 ψυχικὸν] psychicum id est animalem lat. 25 ἔχων M 26 πρὸς τῶ V Ι ἀόρατον aus ὁρατὸν Veorr | γεγενῆσθαι aus γενέσθαι)

417
δὲ οὐδ᾿ ὁτιοῦν εἰληφέναι λέγουσιν αὐτόν. μὴ γὰρ εἶναι τὴν ὕλην δεκτικὴν σωτηρίας.

τὴν δὲ συντέλειαν ἔσεσθαι, ὅταν μορφωθῇ καὶ τελειωθῇ γνώσει πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικο(??) ἄνθρωποι οἶ τὴν τελείαν γνῶσιν ἔχοντες περὶ θεοῦ καὶ > τῆς Ἀχαμὼθ μεμυημένοι μυστήρια.

εἶναι δὲ τούτους > ὑποτίθενται. ἐπαιδεύθησαν δὲ τὰ ψυχικὰ οἱ ψυχικοὶ ἄνθρωποι, οἱ δἰ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι καὶ μὴ τὴν τελείαν γνῶσιν ἔχοντες. εἶναι δὲ τούτους ἀπὸ τῆς ἐκκλησίας ἡμᾶς λέγουσι.

διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται ἄλλως γὰρ ἀδύνατον σωθῆναι), αὐτοὺς δὲ μὴ διὰ πράξεως ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογματίζουσιν.

ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν οὑ γὰρ εἶναι δεκτικὸν αὐτῆς λέγουσιν αὐτό), οὕτως πάλιν τὸ πνευματικόν, ὃ αὐτοὶ εἶναι θέλουσιν, ἀδύνατον φθορὰν καταδέξασθαι, κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν.

ὅν γὰρ τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀπβοάλλει τὴν καλλονὴν αὐτοῦ, ἀλλὰ τὴν ἰδίαν φυσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν χρυσόν, οὕτω δὲ καὶ αὐτοὺς λέγουσι, κἂν ἐν ὁποίαις ὑλικαῖς πράξεσι καταγένωνται, μηδὲν αὐτοὺς παραβλάπτεσθαι μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν ὑπόστασιν.