Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν ἐντολὴν ἠλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ συνέκλεισε τὸ πᾶν εἰς κατάραν‘ λέγων »ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ βιβλίῳ τούτῳ τοῦ ποιῆσαι αὐτούς‘.

ἠλθεν οὑν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα·

αὔτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται.

πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ Μνῶν πεπιστευκόσι μὴ βάρος ἐπιτίθεσθαι πλὴν τῶν ἐπάναγχες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ εἰδωλοθύτου;«

πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὡφελήσει«, »οἵτινες ἐν νόμῳ καυχάσθε, τῆς χάριτος ἐξεπέστε«;