Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

μωΐβ, ἡ ἐκ <τῶν> πατέρων μου· νωχιλέ, τῆς κατακρίσεως αὐτῶν· δαασίμ, καταπατήματος αὐτῶν· ἀνή, καὶ πόνου αὐτῶν· δαασίμ, καταπατήματι· νωχιλέ, ἐν κατακρίσει· μωΐβ, διὰ τῶν πατέρων μου· ἀνίδ, ἀπὸ ταπεινώσεως· ἀβάβ, παρελθούσης· σελάμ, ἐν ἀποστολῇ τελειώσεως.

5. Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευο- μένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα· μόνον δὲ <τῷ> τὰς βίβλους <Μωυσέως> ὁμοίως τοῖς Νασαραίοις σχίσμα [δὲ] αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων.

ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν ἀλλοτρίαν θεοῦ *, τοῦ κυρίου σαφῶς λέγοντος ὅτι »οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ σάββατον«.

ἡ δὲ βεβήλωσις τοῦ σαββάτου τίς αὕτη ἀλλ’ ὅτι ἔργον οὐδεὶς εἰργάζετο ἐν τῷ σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ οἱ ἱερεῖς θυσίαν ἐπιτελοῦντες ἔλυον τὸ σαββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζῴων θυσίαν;

Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. συνῆπται γὰρ οὑτος πάλιν ὁ Ηλξαϊ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζωραίοις τοῖς μετέπειτα γεγονόσι.