Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
ἐὰν δέ τις παλιν σοφιζόμενος εἴπῃ· τὸ τοῦ Χριστοῦ μόνον ὃλον ἀνέστη, τὸ δὲ ἡμῶν οὐκ αὐτ.ὸ ἐγείρεται, άλλ΄ άντ΄ αὐτοῦ ἕτερον, πῶς ούν λέγει ἀνέστη Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων;« ἕν ἐστι καὶ αὐτὸ τὸ σῶμα * ἀπαρχὴ τῶν ἐγειρομένων. πῶς δὲ ἀπαρχὴ γέφονε Χριστὸς τῶν [*](D194) κεκοιμημένων, μαθέτωσαν καὶ μὴ πάλιν εἰς ἄλλην πλάνην τραπῶσι καὶ νομίσωσι τὰς ἄλλας γραφὰς ψεύδεσθαι.
πρὸ αὐτοῦ γὰρ ἤειρε τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας τῆς ἐν τῇ Ναὶ·ν καὶ Ηλίας ἤγειρε νεκρόν, ἀλλὰ καὶ Ελισσαῖος δύο ἤγειρε νεκρούς, ἔτι μὲν ἔτι περιόντα ἓνα δὲ ταφέντα.
ἀλλ’ ἐκεῖνοι μὲν ἀναστάντες πάλιν τεθνήκασι, προσδοκῶσι δὲ τὴν μίαν καὶ καθολικὴν ἀνάστασιν· ὁ δὲ Χριστὸς »ἀπαρχὴ τῶν κεκοιμημένων‘, ὃτι ἀναστὰς »οὐκέτι ἀποθνᾐσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει« κατὰ τὸ γεγραμμένον.
ἅπαξ γὰρ ἀπέθανεν, ὑπὲρ ἡμῶν ὑπομείνας τὸ πάθος διὰ τὰ ἡμέτερα πάθη· ἃπαξ ἐγεύσατο θανάτου, »θανάτου δὲ σταυρικοῦ‘, ἑκὼν δι᾿ ἡμᾶς ὁ Λόγος ἐλθὼν εἰς θάνατον, ἳνα θανάτῳ θάνατον θανατώσῃ·
ὁ Λόγος σὰρξ γενόμενος, οὐ πασχων ἐν τῇ θεότητι, συμπάσχων δὲ μετὰ τῆς ἀνθρω- πότητος ἐν > πάθος αὐτῷ λογιζόμνον αὐτοῦ δὲ] μένοντος <ἐν ἀπαθίᾳ· θάνατος αὐτῷ λογιζόμενος αὐτοῦ μένοντος>