Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

9. Μευ τῆς τοιαύτης ληρῳδίας, ὠ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη χάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοσιτία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἄν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ.

φρσὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;« καί φησιν οὐχ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ«.

ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾲδει τῷ λόγῳ τούτῳ λέγων ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘. ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον.

διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, <οἱ> κατοικήσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε.

τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα.

ἔδει * τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, »ἐφ’ ἣν ἡ ἐκκλησία τοῦ Μ’ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς‘· πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι. κατὰ πάντα γὰρ [*](D97) τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶνλ, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ.

ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα.

οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ὡαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος [*](8 vgl. I Job. 2, 20; Luk. 24, 49 — 9 f Act. 5, 3 — 11 Act. 5, 4 —13 – 16 Panarion h. 69, 27, 6 13 f I Kor. 3, 16 — 16 f vgl. I Petr. 2, 5 — 18 vgl. Matth. 16, 17 — 21 f Matth. 16, 18 — 24 f vgl. Matth. 16, 19 27 f vgl. Matth. 26, 34 n. 74 Mark. 14, 30 u. 71 L J) [*](2 δ|’ ἀφέσεως I J | λάβῃ + ἀφέσεως J 5 κενὴ L 7 δ|ορθώσητα| J 8 χρῖσμα] χάρ|σμα J 11 ἀνθρώπῳ L | τῷ (vor θεῷ) < L 16 <οἱ> | κατο|κίσαντες Dind.] κατο|κήσαντες LJ | ἐν x003C; J 17 καθὼς + <καὶ> 20 * de τοῦτο κηρύσσε|ν> *; gemeint ist unter der durch Petrus ündigung die Ζ. 9 ührte Stelle Act. 5, 3f 22 κατ|σχύουσιν L)

17
ἔλεγεν »εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι«, ὅσον τὸ ἐπ’ λέγω<ν> · οὑτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ