Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

9. Μευ τῆς τοιαύτης ληρῳδίας, ὠ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη χάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοσιτία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἄν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ.

φρσὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;« καί φησιν οὐχ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ«.

ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾲδει τῷ λόγῳ τούτῳ λέγων ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘. ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον.

διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, <οἱ> κατοικήσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε.

τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱόν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται, καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα.

ἔδει * τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, »ἐφ’ ἣν ἡ ἐκκλησία τοῦ Μ’ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς‘· πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι. κατὰ πάντα γὰρ [*](D97) τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν οὐρανῶνλ, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ.

ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως εὑρισκόμενα.

οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι· τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ὡαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος [*](8 vgl. I Job. 2, 20; Luk. 24, 49 — 9 f Act. 5, 3 — 11 Act. 5, 4 —13 – 16 Panarion h. 69, 27, 6 13 f I Kor. 3, 16 — 16 f vgl. I Petr. 2, 5 — 18 vgl. Matth. 16, 17 — 21 f Matth. 16, 18 — 24 f vgl. Matth. 16, 19 27 f vgl. Matth. 26, 34 n. 74 Mark. 14, 30 u. 71 L J) [*](2 δ|’ ἀφέσεως I J | λάβῃ + ἀφέσεως J 5 κενὴ L 7 δ|ορθώσητα| J 8 χρῖσμα] χάρ|σμα J 11 ἀνθρώπῳ L | τῷ (vor θεῷ) < L 16 <οἱ> | κατο|κίσαντες Dind.] κατο|κήσαντες LJ | ἐν x003C; J 17 καθὼς + <καὶ> 20 * de τοῦτο κηρύσσε|ν> *; gemeint ist unter der durch Petrus ündigung die Ζ. 9 ührte Stelle Act. 5, 3f 22 κατ|σχύουσιν L)

17
ἔλεγεν »εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι«, ὅσον τὸ ἐπ’ λέγω<ν> · οὑτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ

τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ’ ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν Φαρισαίων οὗτος <ὀ> ἀπαλθὼν εἰς τὴν Γαλατίαν ἁλιεύειν,

ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν δύναμιν ἀπεκάλυπτεν, ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο,

τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν), ὃς ἐν τῇ νηΐ ἐπὶ τῆς Τιβε3ριάδος <λίμνης> πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς *) ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ »παιδία, μή τι προσφάγιον ἔχετε;« καί φησι) »βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε«, ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης. ὃν ἠγάπα ὁ Ἰησοῦς, »ὁ κύριός ἐστιν«, ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ <κατὰ>

ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών· <οὐτος> ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ »Πέτρε, ποίμαινε τὰ ἀρνία μου«, ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν ἸαιΙκώβῳ καὶ [*](D 98) Ἰωάννῃ, Ἵνα »διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα«.