Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

86. Αλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὸρμώμενοι αδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων <φημί> λέγειν οὐ σώματος, άλλὰ ψυχῆς ανάστασιν ἔσεστθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ῆπερ ἐκ συνέσεως προβαλλόμενον.

ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὃλως άνάστασιν ὴγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστὴσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα.

ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ’ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα τοίνυν εἰ άνάστασις παῥ αὐτοῖς ὸμολογεῖται, παντί τῳ δῆλόν ἐστιν <ὅτι>

οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος. Ἓλληνες δὲ πάλιν ἐλέγχονται <οἱ> τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες <γὰρ> τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὸλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες.

πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος·

ἀνάστα, φάσκοντες, ὁ δεῖνα, φάγε καὶ πίε καὶ εὐφράνθητι. καὶ εἰ μὲν τὰς ψυχὰς ἐκεῖσε νομίζουσιν ἐμπαραμένειν, ἔνθα τὰ λείψανα τῶν τελευτησάντων τέθαπται, ἀγαθή τις τοιαύτη <περὶ> τῶν [*](7 vgl. Panarion h. 66, 86f — 22ff vgl. Rohde, Psyche5 I 235ff L J Sa Pa) [*](1 ὑπάρχειν Sa Pa 2 σώματα εἶεν Sa Pa c σῶμα εἶεν Sa Pa rup. 3f πίστεως τῆς ἐν ἡμῖν Sa Pa 4 ἐλέγχῳ δὲ τῷ Sa Pa | τὸν] τῶν L 6 τῶν α}ιρετικῶν] τῶν αἱρέσεων Sa Pa 7 τῶν Μανιχαίων < LJ; lies τοὺς #x003CE; * 9 αὐτῶν < Sa Pa 10 ἤπερ ἐκ συνέσεως Sa Pa] ὑπὲρ κινήσεως 11 δὲ < Sa Pa 12 όρίζονται J 13 ή < L J 14 μνήμασι ψυχαὶ] ψυχὴ μὲν Sa Pa rup. | ἀλλ’ αἱ] ἀλλὰ Sa Pa 16 εὶ] Sa Pa | παντί τῳ] παντί ποι· Sa Pa c παντὶ τοῦτο Sa Pa rup. | ὅτι) <ὅτι> * 17 τοῖ < L J 18 <οἱ> <γὰρ> * 20 σπίζουσι Sa Pa | τοὺς (vor οἴνοι·ς) < Sa Pa 21 25 ἀνάστα < Sa Pa rup. | φάσκοντες] φησίν Sa Pa c < Sa Pa rup. | 27 ἀγαθή τις *] ἀγαθὴ ή Sa Pa ἀπαθής LJ | <περὶ>*)

107
προσδοκία· ἐμπαραμένουσι γὰρ τὴν ἡμέραν τὴν μέλλουσαν καὶ τὴν ἀνάστασιν τῆς παλιγγενεσίας, ἕως τὰ σύνθετα καὶ σύζυγα αὐτῶν ἀπολάβωσι σώματα, εἰ καὶ βδελύττονται οἱ τῶν Ἑλλήνων παῖδες τὴν σάρκα ὡς φαύλην οὖσαν καὶ τέλεον ἀφνιζομένην καὶ ἐλπίδα μὴ ἔχουσαν ἀναβιώσεως.

εἰ δὲ μὴ τούτῳ τῷ τρόπῳ τοῦτο ποιοῦσι, τίνι τῷ λόγῳ τὰς βελτίους ψυχὰς τῆς τῶν σωμάτων οὐσίας <μνήμασιν> ἐγκαταδέοντες καταδίκῃ μᾶλλον περιβάλλουσι τῇ ὑπολήψει, ὁριζόμενοι αὐτὰς προσεθρεύειν τοῖς τετελευτηκόσι λειψάνοις; ἢ ἐπὶ ποίᾳ προσδοκίᾳ ἐλπίδος παραγίνονται, λεγετωσαν;

ἀλλὰ ἀλλὰ ὅτι οὐ τὰς ψυχὰς νομίζουσιν εἶναι ἐν μνήμασιν, ἀλλ’ ἐν ταμιείοις τισὶν ἐκ θεοῦ ἑκάστῃ ψυχῇ ἀποτεταγμένοις, κατ᾿ ἀξίαν ὡν ἐν βίῳ ἔδρασάν τε καὶ ἐπολιτεύσαντο· τὰ δὲ σώματα ἰδιαις χερσὶν ἓκαστος τοῦ πέλας ἐν ταῖς θήκαις τῶν σωμάτων εἴτουν ὀστέων κατέθεντο. εὔηθες δ’ ἂν εἴη παρὰ πᾶσιν εἶναι τὴν μίαν ὑπόληψιν τούτων καὶ ἀκολουθίαν ὡς ἐκ πανταχόθεν ὡμολόγηται, παρὰ δὲ τοῖς ἀπίστοις τοὐναντίον τὰ ἀληθινὰ ἐξαρνεῖσθαι καὶ τὰ ἐν θεῷ δυνατὰ εἰς ἐλπίδας παρ᾿ αὐτοῖς μὴ κεκρατύνθαι.