Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

78. Εἶτα πάλιν »ψυχὴ ἡ ἁματάνουσα αὕτη ἀποθανεῖται« οὐκ ἐκτὸς τοῦ σώματος ἀπεφήνατο· <ἤ> »ἡσαν γάρ«, φησίν, »'εν τῷ ἑβεδομήκοντα ψυχαί«, καὶ οὐ πάντως ψυχαὶ ἠσαν ἄνευ σώματος, ἀλλὰ σώματα σὺν ψυχαῖς· καὶ πάλιν εἴωθεν ή συνήθεια καλεῖν τὸν ἄνθρωπον ἀπὸ τοῦ ἑνὸς ὀνόματος, ὃτι δεσπότης ἐστὶν ὀγδοήκοντα σωμάτων. οὐ πάντως ἄνευ ψυχῶν.

ό Λόγος τοίνυν σὰρξ γενόμενος οὐκ ἐκτὸς ψυχῆς <ἐτύγχανεν, ὡς καὶ> οὐκ ἐκτὸς πάσης πραγματείας. ὃτε λέγει ψυχή<ν> ἄνευ σώματος ἀπεφήνατο οὐδὲ ὃτε λέγομεν ἄνευ ψυχῆς ὄντα διανοούμεθα.

τί οὐν ἔδοξε τοῖς βουλομένοις λέγειν τὸν νοῦν παρεκβεβλῆσθαι; ἢ τί τοῦτο τὴν ἐκκλησίαν ὠφέλησεν : ἢ τί μᾶλλον οὐκ ἐτάραξε; πῶς δὲ οὐκ ἀλλιπῆ ποιεῖται τὴν ἡμῶν σωτηρίαν ὁ τὰ τοιαῦτα διανοούμενος;

ἡμεῖς γὰρ οὐδὲν δυνάμεθα διανοεῖσθαι ἕτερον τὸν νοῦν εἶναι οὐδὲ ὑπόστασιν τοῦτον δυνάμεθα [*](7 f vgl. Rom. 7, 22 — II Kor. 4, 16 — 14 I Kor. 14, 15 — 17 —25 vgl. oben c. 59, 2f; S. 69, 12ff — 17 Ezech. 18, 4 — 18 Act, 27, 37 L J) [*](2 <ὑπόστασις> * 4 τέσσαρας J 5f νοῦς μία ὑπόστασις, ψυχὴ πνεῦμα πενῦμα ἄλλη ὑπόστασις, σῶμα ἄλλη ὑπόστασις J 6 ἔτι *] ἐπὶ L J 8 εἴρηκς + <ἄνθρωπον>? * 14 <τῷ> *, nach der stehenden Formel τοῦτο J 17f vor οὐκ ἐκτὸς + <δηλονότι> ? * 18 <ἢ> * vgl. S. 69, 17 | ἦσαν ψυχαὶ L 20 συνήθεια *, nach S. 69,18] ἀνθρωπότης LJ 21 vor ὅτι + <ὡς>? ? * 23 <ἐτύγχανεν,> ὡς καὶ> * | ἐκτὸς 2] ἐκ *] < L 25 λέγειν + εἰς J 28 οὐδὲν] οὐ J)

98
λέγειν καθ᾿ ἑαυτόν, ἀλλὰ τὸ σύνθετον καὶ τὸ λογικὸν καὶ φρονοῦν ἐν ἑκαστῳ τῶν <οὐ> πεπλανημένων íon εἰπεῖν νόημα τοῦ ὡς ὀφθαλμοὶ ἐν τῷ σώματι, οὓτως νοῦς ἐν ψυχῇ. πάλιν δὲ οὐδὲ τοῦτο ἐριστικῶς φαμέν, ἀλλ᾿ ἁπλῶς τὸ ἐννοητικὸν τῶν ἀνθρώπων *.

τί οὐν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἓτερον. τί τοίνυν ἠλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὐν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν.

ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο;

σαφῶς γᾶρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων »ἰδοὺ συνήσει ό παῖς μου ό ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω <ἐπ’ αὐτὸν> τὸ πνεῦμά μου« καὶ τὰ εξῆς. ἀρα γοῦν τὸ συνιέναι ποῦ εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.

εὶ γὰρ ολως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ <ὁ> ἄνωθεν Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, <ὃς> καὶ ἐνανθρωπήσας συνανεστράφη« κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι.

διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον »προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ«· οὐχ ἡ θεότης ἠλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία σοφίᾳ σοφίᾳ δὲ προέκοπτεν ή τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ <ἄλλως> οὐδὲ ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.