Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. »οσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, οὑτοι« ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ καλοῦνται. καλοῦνται.
τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος αὐτοῦ λαβεῖν τε πνεῦμα ἀγειον ὃ οὐκ εἴχομεν προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι·
δίχα γὰρ πνεύματος αὐτοῦ πᾶς νεκρός. »εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος έν ἡμῖν( ἀλλ', οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ πνεῦμα αὐτοῦ.
67. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα ἐκ τοῦ Χριστοῦ ἢ παρ' ἀμφοτέρων ὥς φησιν ὁ Χριστός, »ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται« καί »οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται«), ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου »τὸ γὰρ ἐν αὐτῇ« φησίν »ἐκ πνεύματος « ἀγγέλου φωνή), συνίω τὸ λυτρούμενόν με μυστήριον Πίστει ἀκοῇ μόνῃ φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ.
ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύσσει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἁγίοις· ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως ἀφιλονείκως <ἐκ>
ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, »ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου«· γέγραπται <γὰρ> ἐξ ἀκοῆς τὸ πνεῦμα τοῦ Χριστοῦ δίθοσθαι τοῖς σῳζομένοις.