Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

64. Καὶ περὶ τούτων πάντων αὖθις πάλιν ἐροῦμεν κατὰ τὸ ἠμέτερον ἀσθενές· ἀλλ’ ἐκ Μοῦ καταξιωθέντες τῆς ἡγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας οἱ ἐλάχιστοι καὶ ταπεινοὶ ἔχειν καὶ ταύτης τὸ ἑδραίωμα κατὰ τὸ δυνατὸν τῆς ἡμῶν βραχύτητος παρατιθέμεθα ἀπὸ μέρους περὶ πάντων τοῖς βουλομένοις τῆς ἑαυτῶν ζωῆς ἐπιμελεῖσθαι.

καὶ ἤρκει μὲν ἱκανῶς τὰ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰρημενα· ἵνα δὲ περισσότερον εἰς εὐφρασίαν καὶ περι- [*](3 — 7 vgl. Origenes περὶ ἀρχῶν IS; 25, 17 ff ötschau; dazu Panarion h. 64, 4 3 ff u. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 4, Κ (CSEL 54, 1 S. 401, Iff Hilberg) — 18 I Kor. 2, 12 L J) [*](1 * etwa <πόσα ἐβλασφήμησεν> 3 * etwa > * | οὐκ ἀπηξίωσεν J Ι κἂν ὅτι] ὅτι οὐχ J 4 ἰδεῖν] δρᾶν J | ὁ υἱὸς < L 12 κατάγνωστοι nach Pan. h. 25, 7, 2] καταγνξωστικοὶ L J | Οὐαλεντιανοί J öhnlich Οὐαλεντῖνοι) 14 ἀνόμιοι und + οἱ L 15 f παρεκβαλόντες L παρεκβάλοντες J 17 > * <τε> * 18 <γνῶναι> * 25 ἔχειν καὶ] <μετέχειν> καὶ ἔχειν ? *)

77
ποίησιν καὶ πληροφορίαν τῶν πιστῶν σαφηνίσαι σπουδάσωμεν, ποίησιν συνίγοντες τῆς θείας γραφῆς τὰς μαρτυρίας εἰς πλάτος εὐωχίας καὶ ἀγαλλίασιν τοῖς ἐντυγχάνουσι πιστοῖς πόλιν οὐκ ὀκνήσαιμεν ὑποδεῖξαι ὡς ἀσφαλῆ καὶ βεβαίαν ἐν θεῷ τὴν ἡμετέραν ἐλπίδα, οὐδὲν οὐδὲν παρήλλακται ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἀλλ’ ὁμόστοιχος καὶ ὁμοούσιός ἐστιν ἡ ἀγία τριάς.

οὐκ ἀλλαχόδθεν δέ ποθεν οὐδὲ ἀπὸ ἰδίων διανοημάτων ποιούμεθα τὴν διδασκαλιαν, ἀλλ' ἀπὸ τῆς ἡμετέρας ζωῆς τουτέστιν ἐκ προφητῶν καὶ ἐκ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας καὶ τῆς αὐτοῦ φιλανθρωπίας.

ἦλθε γάρ, ἦλθεν ἡ ζωὴ ἡμῶν καὶ τὸ φῶς αὐθις ἡμῖν ὑπέδειξεν εὑρὼν ἡμᾶς πεπλανημένους. ἠμεν γάρ, ἠμεν ἐν ὑπερηφανίᾳ καὶ βλασφημίαις, εἰδώλων ὁμοιώσεσι, πνευμάτων ἀθεΐαις, κακῶν πάντων ἐπιταγαῖς βεβαπτισμένοι.

τούτων τοίνυν προσόντων μοι ἀκουσίως > ἤθελον ἔπραττον, ἀλλ' ὅ ἐμίσουν ἠπειγόμην ποιεῖν‘, ἁμαρτίας διακονούσης μοι οὕτως), ὁ ἅγιος πατὴρ τὸν υἱὸν αὐτοῦ τὸν ἅγιον ἀπέστειλε [*](D160) καὶ ἐν τῷ αὐτοῦ ἐλέει ἔσωσέ με καὶ ἐκ πασῶν τῶν σιαφθορῶν μου ἐρρύσατό με.