Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

62. Ἀλλην δὲ πάλιν μυθώδη θεωρίαν οὑτος ὁ Ὠριγένης, ᾡ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους·

ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχάς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὄλον εἰπεῖν.

σοφίζεται γὰρ αὐτὸς ὁ Ὠριγένης δῆθεν καὶ φησί· μὴ γὰρ ὁ θεὸς βυρσοδέψης ἠν, ἴνα βυρσεύσας δέρματα χιτῶνας ἐργάσηται τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ; πολὺ δὲ κτηνωδέστερον τὸ τοιοῦτον.

τί εὐχερέστερον ἠν, οὐρανὸν καὶ γῆν ἐξ οὐκ ὄντων ποιῆσαι τὸν θεὸν ἤ χιτῶνας δερματινους; πότε γὰρ τὰ θαυμάσια αὐτοῦ θέλων οὐκ εἰργάσατο καὶ ἄψθχα εἰς ἔμψυχα μετεβαλεῖν πότε οὐ δεδύνηται;

τὴν μὲν ῥάβδον Μωυσέως, ξηρὰν οὐσαν καὶ ξυλίνην, ὄφιν ἔμψυχον ἐποίησε Μωσυέα καταδιώκοντα [*](5 — 15 vgl. ’ion h. 64, 63, 5 ff und ep. ad Job. episc. Hieros. = Hierouymi ep. 51, 5, 2 (CSEL 54, 1 S. 403, 11 ff Hilberg) u. Methodius de resurr. I c. 29, Iff — 18 vgl. Exod. 4, 3 — 19 f vgl. Ancoratus c. 96, 2 f; S. 117, 13 ff L J 5 — S. 75, 23 Sacra Parallela Yat. 1553 f. 36 v — 37 v; nur bis Z. 16 Rupef. f. 8 v –9 r) [*](2 ἐν οἷς + ὡς 3 | καὶ L 3 εἰς *] καὶ L J Ι <δὲ> * 3 f εἰδέναι ἐστίν 5 μυθώδη θεωρίαν] μύθου ἀλληγορίαν SaParup. | θεωρίαν] μωρίαν J | οὐτος ὁ] αὐτὸς ὁ Sa Pa v ὁ θεήλατος SaParup. 5 f ᾡ — συγχωρήσειε < 6 συγχωρήσειν J Sa Pa v | φαντασαίς — ἀλληγοροῦντι] φαντασιάσας τοὺς ἀνθρώπους ἀλληγορῶν Sa Pa v ἐφαντάσθη τοὺς ἀνθρώπους SaParap. | φαντασίαν 3 ἀλληγοροῦνται 3 J 7 f οὒς εἶπεν — περὶ τὸν Ἀδὰμ < SaParup. 9 f ἀλλὰ — τὸ < Sa Pa rup. 9 τοῦτο + τὸ σῶμα Sa Pa v 9 f χιτῶνα — αὐτὸ τὸ σῶμα] σασρκῶδες εἰναι τοὺς χ·ιτῶνας τοὺς δερματίνους Sa Pa v 10 γὰρ < J | < LJ | μετὰ 2 < LJ 11 f ταῦτα τὰ — σάρκα Sa Pa v] τὰ σώματα SaParup. τοῖς σώμασαιν L < J 12 εὔηθες Sa Pa] σύνθετον LJ | L J αὐτὸς Sa Pa v | βυρσοδέψης Sa Pa] βυρσοδεύσης L βυρσοδεύτης 3 | ἵνα + καὶ SaParup. 14 βυρσείας 3 15 εὐχερότερον Sa Pa v 16 ἐξ οὐκ ὄντα 3 | ποιήσας 3 | δερματίνοι·ς + ποιῆσαι Sa Pa v 18 μεταβλὼν 3 | μὲν] γὰρ Sa Pa 19 Λ·αὶ < Sa Pa | ξύλιν ἦν J | ξυλίνην + ῥιφεῖσαν ἕρπειν Sa Pa | + καὶ Sa Pa 19 f καταδιώκειν ἀφ’ οὖ προσώπου Sa Pa)

75
ἀφ' οὑ Μωυσῆς εἰς φυγὴν ἐτρέπετο, ὅνα δείξῃ ὅτι οὐκ ἠν φάντασμα, ἀλλ ἀληθὲς τὸ γενόμενον. πῶς δὲ τεσσαράκοντα ἔτη τοῦ λαοῦ τὰ ἰμάτια οὐκ ἐρρικνώθη καὶ τρίχες οὐκ ἐκόμων καὶ τὰ ὑποδήματα οὐκ ἐπαλαιοῦντο;

εἰπάτωσαν δέ μοι οἱ ἠλίθιοι οἱ τῇ φρενοβλαβείᾳ Ὠριγένους κατὰ τοῦτο τὸ μέρος ἀκολουθήσαντες· ἀναστάντος τοῦ σωτῆρος ἐκ τῶν νεκρῶν καὶ καταλείψαντος τὰς ὀθόνας ἐν τῷ μνήματι, ὡς γέγραπται, γυμνὸς ἀρα ἐφαίνετο τοῖς μαθηταῖς · ἀναστὰς στὰς ἐκ τῶν νεκρῶν σὺν σώματι καὶ ψυχῇ;

ὁπηνίκα δὲ ἐδείκνυε τοῖς περὶ τὸν Θωμᾶν τὰ ὀστᾶ αὐτοῦ καὶ τὰς σάρκας χεῖράς τε καὶ τὴν πλευράν, δηλονότι οὐκ ἦν γυμνός. τοίνυν τὰ ἱμάτια τίς αὐτῷ ὕφανε τὰ μετὰ τὴν ἀνάστασιν;

ἀλλ' ἐρεῖς μοι πάντως, ἐνδύματα ἦν πνευματικά, <ἄἠν θελήματι ἑαυτῷ ποιήσας. καὶ εἰ τοιαῦτα ἐνδύματα ἠδύνατο ἑαυτῷ ποιεῖν , ἐκείνους τοὺς δερματίνους χιτῶνας οὐκ ἠδύνατο ποιῆσαι τοῖς περὶ τὸν Ἀδὰρ οἰκείῳ θελήματι; ὄντως >

ἐκπίπτει τοῦ Ὠριγένους ἡ ἀλληγορία. εἰ γὰρ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐκτίσθη τῷ Ἀδὰμ ἡ σάρξ, πόθεν ἄρα ἄρα ἔλαβεν θεὸς τὴν πλευρὰν πρὸ τοῦ αὐτὸν βεβρωκέναι; ὡς διεγερθεὶς ἀπὸ τῆς ἐκστάσεώς φησιν »ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου τοῦτο«.