Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

55. Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖτι, οὐδὲν ἀληθεύει τῆς ἀκολουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται.

»ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «· καὶ οὐκ ἔστιν ἀλληγορούμενα, ἀλλ' ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν ἀληθείᾳ γεγονότα. ἄνθρωπον <τε> ἐν ἀληθείᾳ ὄντα ἐποίησεν.

ἔθηκε τοίνυν τοῦτον ὃνβ ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ' εἰκόνα ποιήσας τὸν αὐτὸν ἂνθρωπον, κατ' εἰκόνα θεοῦ δέ.

μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ ἀρνόυμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ' εἰκόνα θεοῦ.

τὸ τὸ πῶς οὐ περιεργαζόμεθα τοῦ κατ' εἰκόνα. οὔτε γὰρ τὸ πλάσμα νοοῦμεν κατ' εἰκόνα οὔτε τὴν ψυχὴν οὔτε τὸν νοῦν οὔτε τὴν ἀρετήν. πολλὰ [*](7 Hohel. 6, 1 — 8 Liik. 23,43 — 11 Gen. 1, 1 — 17 ff vgl. Panarion h. 70, 3 u. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 7, 2 (CSEL 54, 1 S. 409, 10 ff Hilberg) L J –13 = Anastasius Sin. quaest. 23; Migne 89, 540 C 15 f ebenda 540 C/D –S. 65, 17 Sacra Parallela Vat. 1553 f. 36 r-v Rupef. f. 8 v (S. 65, –3 hier ausgelassen); S. 65, –17 noch einmal Rupef. f. 179 v) [*](1 Μέλοι] ἔλθη L Ι <ἐπέκεινα> * 4 περὶ J 6 ἔπειτα δὲ εἰς παράδεισον καταβεβηκέναι> * 7 vor κῆπον + τὸν J | * ausgefallen wohl eine längere Bemerkung über die Lage des Paradieses auf Erden * 9 δὲ] ὅτι Anast. Sin. | ὁ < LJ | οὐκ 2 < Anast. Sin. | ἀληθῆ 10 ἀληθεύει Anast. Sin.] ἔνι L J 11 ἀλλὰ < Anast. Sin. | Anast. Sin. | L J 13 δρώμενα Anast. Sin. | θαλάσσας L 15 <τε> * ὄντα Anast. Sin.] ὅν L J 16 τῷ < L Sa Pa 17 κατ’ εἰκόνα < Sa Pa | Sa Pa 18 f οὐκ ἀρνούμεθα — < SaParup. 19 γὰρ < J 19 f πῶς — εἰκόνα] καὶ τὸ πῶς κατ’ εἰκόνα θεοῦ οὗτος Sa Pa 20 τοῦ *] τὸ L J 20 — 21 τοῦ κατ’ εἰκόνα — τὴν ψυχὴν < Sa Pa v 21 οὔτε τὴν δυχὴν — οὔτε τὴν ἀρετὴν οὔτε τὴν καρδίαν Sa Pa rup.)

65
γάρ ἐστι τὰ κωλύοντά με οὔτως λέγειν.

ἀλλ’ οὔτε λέγομεν τὸ σῶμα μὴ εἶναι κατ' εἰκόνα οὔτε τὴν ψυχήν. πιστῶν γὰρ τὸ ὁμολογεῖν τὴν γραφὴν καὶ μὴ ἀπίστων ἀπίστων δὲ τὸ »ἀθετεῖν τὴν χάριν( ἔστιν οὖν ἐν τῷ ἀνθρώπῳ τὸ κατ' εἰκόνα, αὐτὸς δὲ οἶδεν ὁ θεὸς πῶς ἐστιν.

ἐὰν γὰρ εἴπῃς τὸν ἄνθρωπον ἐποίησε κατ' εἰκόνα καὶ νομίσῃς εἶναι τὸ σῶμα, ὁ δὲ θεὸς ἀόρατος ἀκατάληπτος ἀπερινόητος, ·πῶς τὸ ὁρατὸν καὶ καταληπτὸν καὶ ὑπὸ ἁφὴν ἐμπῖπτον εἰκὼν ἔσται τοῦ ἀοράτου καὶ ἀκαταλήπτου;

καὶ ἐὰν εἴπῃς, οὐκ ἔστι τὸ σῶμα κατ' εἰκόνα, »ἔλαβε« φησί »χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον«. καὶ ἄνθρωπον καλεῖ τὸ χοϊκόν, καὶ ἄνθρωπον καλεῖ τὸ ψυχικόν· »ἐνεφύσησε« γάρ φησιν »εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν«.

κτιστὴν δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα νοοῦμεν. πῶς κτιστήν; »ἐνεφύσησε« γάρ φησιν· καὶ οὔτε μέρος θεοῦ λέγομεν εἶναι τὴν ψυχὴν οὔτε ἀλλοτρίαν τοῦ ἐμφυσήματος. πῶς δὲ κατὰ λεπτὸν τοῦτο νοεῖται, θεῷ μόνῳ ἔγνωσται.