Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

34. Ὅτι δὲ σῶμα ἔχων καὶ ψυχὴν ἠλθεν ὁ Λόγος, πεισάτωσαν αὐτοὺς αἱ θεῖαι γραφαὶ παλαιᾶς τε καὶ καινῆς. εὐθὺς γὰρ Δαυὶδ περὶ αὐτοῦ λέγει καὶ Πέτρος τῷ Δαυὶδ συνῳδὰ · οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«, ἴνα τὸ σύνθετον τοῦ κυριακοῦ ἀνθρώπου νοοῖτο καὶ σαφῶς περὶ τούτου γνῶσις ἡμῖν γένηται, ἴνα συστήσῃ ψυχὴν μὲν σὺν θεότητι τῷ τριημέρῳ * συγκατατεθεῖσθαι, ἴνα τὴν σάρκα ὁσίαν ἀποδείξῃ, καὶ τὴν θεότητα σὺν τῇ ψυχῇ ἀκατασχέτως ἐν Ἅιδῃ τὸ μυστήριον τετελειωκέναι.

ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν »ἐν νεκροῖς ἐλεύθερος«· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημανητικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἔως Ἅιδου καταβεβηκέωαι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος καθότι οὐκ ἠν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ«, τουτέστιν ὑπὸ τοῦ Ἄιδου.

καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν »ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου θεῖναι θεῖναι αὐτήν‘ καί »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων« καί ἡ ψυχή μου τετάρακται« φησί »καὶ τί εἴπω; ὡς ἐπ' ἀμφιβόλῳ λέγων τί εἴπω;«) πάτερ, σῶσόν με ἀπὸ τῆς ὤρας ταύτης·

ἀλλὰ διὰ τοῦτο ἠλθον εἰς τὴν ὥραν ταύτην‘, ἴνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ »τετάρακται«, ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ χθῇ.

οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέδστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἐσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας [*](4 ff vgl. zur Deutung der folgenden Bibelstellen Panarion h. 69, 66 — –8 Psal. 15, 10 Act. 2, 27 — 13 Psal. 87, 6 — 15 Act. 2, 24 — 17 Joh. 10, 18 — 18 Joh. 10, 11. 15 — –21 Joh. 12, 27 L J –S. 44, 18 Siegel des Glaubens S. 308 Karapet (=arm.)) [*](1 003E; * 2 τῆς 2 < j 4. ἦλθεν + ἔχων L 6 περὶ δ L | τῷ < J Ι * etwa <προφέρει> *; συνῳδᾷ da Epiphanius dieses Wort nicht kennt 10 * etwa <μετὰ τῆς σαρκὸς) 13 ἐλεύθερος 2 *] ἐλεύθερον L J 17 λαβεῖν u. θεῖναι vertauscht arm. 18 ψυχὴν] meine Seele arm. 20 λέγων τι] λέγοντι J 24 παρα<καρα>χθῇ χθῇ *] ταρκχθῆ παραχθῆ L nicht mangelhaft erscheinen öge arm. 26 f ὁ ἐχθρὸς αὐτοῦ — ἰσχύϊ πολλῇ] jener arm. 27 zQanfj L | vor πολλὰς + nach der Flucht arm.)

44
τῶν ὑποχειρίων ἀφανίσειν, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν , ὁ δὲ βασιλεὺς στραφεὶς ἀιφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὐπεναντίον, οὕτως ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον,

ὁ πρὸ τοῦ ἐλθεῖν αὐτὸν εἰς τὸ παθεῖν σημάνας ἐν τῇ ὁδοιπορίᾳ ὅτι μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι καὶ σταυρωθῆναι καὶ τῇ τρίτῇ ἡμέρᾳ ἀναστῆναι καὶ τοῦ Πέτρου λέγοντος »ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο« ἐπιτιμήσας »ὕπαγε ὀπίσω μου, σατανᾶ« εἰπών »ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων«.

ὁ οὖν ταῦτα προλέγων καὶ διὰ τοῦτο αὐτὸ ἥκων πῶς ὕστερον εὔχεται παρελθεῖν τὸ ποτήριον, ἴνα μὴ πίῃ; ὁ εἰπὼν πρὸ τοῦ θανεῖν περὶ τοῦ θανάτου κἂν διὰ τὸ μὴ ὑποληφθῆναι ψ·εύστην αὐτὸν οὐκ ἠδύνατο εὔξασθαι παρελθεὶν τὸ ποτήριον·

ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας.

ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἐρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανατου αὐτοῦ ὑπόθεσιν λέγων θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι«. ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.