Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

17. εἰ γὰρ καὶ ἄγγελοι λείπονται τῆς μείζονος ἐξουσίας καὶ γνώσεως, μὴ γἐνοιτο καὶ τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα λείπεσθαι. πνευματικῶς δὲ λέγει ὁ υἱός, ὁ ἀπὸ τοῦ πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· οἱ δὲ ψυχικοὶ ἀνακρίνονται μὴ νοοῦντες τοῦ υἱοῦ τὴν σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον — ἐπερωτῶ σε, καὶ λέγε μοι·

τίς μείςων ἐστὶν ὁ πατὴρ ἢ ἡ ἡμέρα ἐκείνη περὶ ἡς λέγει; οὐ τολμήσεις λέγειν μὴ εἶναι τὸν πατέρα μείζονα. εἰ τοίνυν μείζων ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὅρας καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγενημένων καὶ γενηθησομένων καὶ οὐδεὶς αὐτὸν ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, ποῖον ἄρα μεῖζον τὸ τὸν πατέρα γινώσκειν ἢ ἐκείνην τὴν ἡμέραν; εὔδηλον ὅτι τὸ τὸν πατέρα γινώσκειν. πῶς οὐν ὁ τὰ μείζω εἰδὼς τῶν ἐλαττόνων ὑστερεῖ;

εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ οὐδέν ἐστιν οὑ λείπεται κατὰ γνῶσιν ὁ υἱός.

ἀλλ’ ἐρεῖς ὅτι μείζων [*](10 IKor. 12, 8 — 11 IKor. 12, 11 — 23 vgl. I Kor. 2, 14 f — 25 ff bis S. 31, 6 vgl. die Ausführung im Panarion h. 69, 43 — 47 — 33 ff vgl. h. 69, 53 L J) [*](1 ἡ < L 4 die Wiederaufnahme erfolgt erst Ζ. 25 7 ἔλθῃς] ἔχης L 9 ἡ <ἡ γνῶσις> * 12 τὴν vor αὐθεντίαν L 17 <τὸ> * 18 τὴν < J 22 τοῦ < J Ι υἱὸς *] θεός L J 29 τὸ <J)

26
ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει ὁ πατήρ μου μείζων μού ἐστιν‘. ἀλλὰ τοῦτο τιμῶν τὸν κατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπεν, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἴδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, ἴνα δείξῃ τὴν γνησιότητα.

χῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ καθὸ ὁ > υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ ποτέρα.

οὔτε γὰρ ὄγκῳ φέρεται τὸ ρεῖον, ἴνα ὑπέρογκος τοῦ υἱοῦ ᾖ ὁ πατήρ, οὐδὲ χρόνῳ ὑποπίπτει, ἴνα ὑπέρχρονός ὁ πατὴρ γένηται τοῦ υἱοῦ, οὔτε τῷ ὕψει μερικῶς τάττεται ὁ πατήρ πάντα γὰρ περιέχει, αὐτὸς ὑπ’ οὐδενὸς περιχόμενος), ἵνα ὁ υἱὸς ὑπερβεβηκὼς νοοῖτο. ἐκάθισε γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς καὶ οὐκ εἶπεν, εἰσῆλθεν εἰς τὸν πατέρα, ἴνα σακέλλιον παραλύσῃ καὶ Ἄρειον καθέλοι τῆς αὐτοῦ βλασφημίας.

18. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς ἀκούων δὲ περὶ τοῦ θεοῦ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἶς ὁ θεός‘ μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν.

οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μει- ζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ <ἀναφέρει> τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ ἴνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου.