Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

16. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει.

ἄρα γοῦν οὐκ ἀλλότρίον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. »οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν‘. φησὶν ὁ υἱὸς τοῦ θεοῦ οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός. εἰ μὴ ὁ πατήρ«.

νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεό- τητι τοῦ υἱοῦ. * »ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ςωὴν ἐν ἑαυτῷ« καί πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι« φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος.

τίνα δέ ἐστι τὰ τοῦ πατρὸς ἀλλ’ ἢ ’ τὸ θεὸς τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· ἠ ζωὴ τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκα- τάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.

πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ [*](4 f Gen. 1, 26 — 5 Gen. 1, 1 — 9 Psal. 32, 6 — 15 vgl. Hiob 11, 11 — 22 Mark. 13, 32 Matth. 24, 36 — 26 Job. 5, 26 — 27 Joh. 16, 15 L J) [*](1 ἐρευνᾶν L 5 ποιήσωμεν *] ἐποίησε L J 7 καὶ < L Ι οὐ μόνον < J Ι ἄν < L 8 σημαίνει < * Ι περὶ του) * 15 τι *] en L J 20 αὐτοῦ + < ?* 21 τοῦ (vor θεοῦ) < L 26 * etwa ἀλλ’ εὐθὺς < *)

25
έστιν. εἰ τοίνυν τὰ τοῦ πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ πατρὶ γνῶσις καὶ ἐν τῷ υἱῷ καὶ ἐν τῷ ἁγίῳ πνεύματι ὑπάρχει.

εἰ δέ τις νομίςει τὸν υἱὸν ἀγνοεῖν τὴν ἡμέραν, μαθέτω ὁ ἀμαθὴς καὶ μὴ βλασφημείτω. προτείνω γὰρ αὐτῷ γνῶσιν καὶ γνώσεται. λέγε μοι, ὦ ἀγαπητέ, — ἀγαπητὸν γάρ σε καλῶ· οὐδένα γὰρ μισῶ ἢ μόνον τὸν διόβολον καὶ τὰ ἔργα τοῦ διαβόλου καὶ τὴν κακοσιτίαν· ἐπὶ σοὶ δὲ εὔχομαι, ἕνα ἔλθῃς εἰς τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ μὴ σεαυτὸν ἀπολέσῃς ἐν τῇ εἰς θεὸν βλασφημίᾳ.

βαθέα γάρ εἰσι τὰ ῥήματα τοῦ ἁγίου θεοῦ, πνεύματι δὲ ἁγίῳ <ἠ γνῶσις> διὰ τῶν χαρισμάτων δίδοται. »ᾡ μὲν γάρ« φησί »δίδοται λόγος σοφίας, ᾡ δὲ λόγος· διδασκαλίας« καὶ τὰ ἑξῆς, τὸ δὲ αὐτὸ πνεῦμα τὸ διαιροῦν ἐκάοντο ὡς βού- λεται«, ἵνα σοι δείξῃ καὶ τὴν τοῦ ἁγίου πνεύματος αὐθεντίαν.

ὅταν γὰρ τὸ αὐτὸ πνεῦμα τὰ τὰ χαρίσματα δίδωσιν ὡς βούλεται τοίνυν παρακάλεσον τὸν πατέρα, ἵνα ἀποκαλύψῃ σοι τὸν υἱόν, καὶ παρακάλεσον τὸν υἱόν, ἵνα ἀποκαλύψῃ σοι τὸν πατέρα, καὶ πάλιν παρακάλεσον τὸν ποτέρα, ἵνα σοι δῷ τὸν υἱὸν καὶ ἀποκαλύψῃ σοι τὸ ἅγιον πνεῦμα καὶ δῲη σοὶ αὐτὸ ἔχειν ἐν σοί, ἕνα δοθὲν ἐν σοὶ <τὸ> ἅγιον πνεῦμα ἀποκαλύψῃ σοι τὴν πᾶσαν γνῶσιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἕνα μάθῃς ὅτι ἐν τῷ υἱῷ οὐκ ἔνι οὐδεμία ἀγνωσία οὐδὲ έν τῷ ἁγίῳ πνεύματι.