Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Τὰς ἀπὸ τῶν Ἡσαΐου Προφητικὰς Ἐκλογὰς μόνας ἡμῖν λειπούσας ἀπανθίσασθαι πειρώμενοι, πρὸς τοὺς ἀπίστως περὶ τὰς προφητείας διακειμένους ὀλίγα προδιαληψόμεθα εἰς παράστασιν τῆς τῶν προφητῶν ἀληθείας. Καὶ δὴ πρῶτον καλῶς καὶ τοῖς πρὸ ἡμῶν τετηρημένον παραθήσομαι λογισμόν. Εὖ γοὖν εἰρηκέναι μοι δοκοῦσιν, ὡς ἄρα τοῖς ὑπὸ τὸν Μωσέως νόμον αὐτὸς ὁ νόμος διαμαρτύρεται, ὅτι δὴ τὰ ἔθνη ὧν μεταξὺ πολιτεύσονται

κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ,Deut. 18, 14.
φησὶν,
οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου·
καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων,
προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου.
Ἄρ’ οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα. ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ’ αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ
θεῖον, διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς προφήτας, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖά τε καὶ χρηστήρια μετήεσαν; Ἀλλὰ γὰρ φαίνονται οὐ μόνον Μωσέα, ἀλλὰ καὶ πλείους μετ’ αὐτὸν ὡς Θεοῦ προφήτας προσιέμενοι, οὐκ ἄλλως δῆλον ὅτι ἢ τῷ πείραν τῆς ἐν αὐτοῖς θειότητος εἰληφέναι· οἵδε γὰρ αὐτοῖς οὐ μόνον περὶ τῶν μακροῖς ὕστερον χρόνοις μελλόντων ἔσεσθαι προυθέσπιζον, ἀλλὰ καὶ περί τινων προχείρων καὶ βιωτικῶν προύλεγον· οἷον περὶ ὄνων ἀπολωλυιῶν, καὶ περὶ νοσούντων ἐπισφαλῶς εἰ βιώσονται ἢ μὴ, καὶ περὶ μελλούσης ἔσεσθαι τῷ λαῷ εὐθηνίας, καὶ περὶ ἄλλων μυρίων, ἃ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἐμφέρεται· ἅπερ εἰ μὴ τοῦτον γεγόνει τὸν τρόπον, ἀποκρινέσθω τίς, τίνι δὴ ποτὲ οὖν λόγῳ προφήτας ἡγοῦντό τε καὶ ἀπεκάλουν, ἢ διὰ τί γραφῆς τοὺς λόγους αὐτὸν ἠξίουν; Τίς δ’ ἡ αἰτία, δι’ ἣν καὶ τοῖς μετέπειτα παισὶν ἑαυτῶν, ὡς ἂν δὴ θείας, αὐτῶν τὰς γραφὰς παρεδίδοσαν· μηδὲν γάρ τι θεῖον μὴ δὲ παράδοξον ἐν τοῖς ἀνδράσιν ἑορακότας εἰκῆ καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστιν ἀπιθανώτατον. Εἰ δ’ ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ
τάδε λέγει Κύριος
ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις
αὐτῶν φερομένην, μυρία τε ἄλλα δι’ αἰνιγμάτων καὶ παραβολῶν ἀπόρρητα φιλοσοφοῦντας, ἠθικήν τε καὶ δογματικὴν τῇ Ἑβραίων φωνῇ διδασκαλίαν τῷ λαῷ παραδιδόντας, καὶ πρὸς ἐπὶ τούτοις τὸν βίον τοῖς λόγοις αὐτῶν κατάλληλον ἐνδεικνυμένους, καὶ τοῖς πᾶσιν ἀκολακεύτως ὁμιλοῦντας, εἰς πρόσωπόν τε τοὺς ἀσεβεῖς διελέγχοντας, ὡς καὶ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν μέχρι θάνατον, ῥωμαλέῳ καὶ γεννικῷ παραστήματι τῷ ἀληθεῖ λόγῳ παρισταμένους. Ταῦτά τις εἰς νοῦν εὐγνωμόνως θέμενος, πῶς οὐκ ἂν ὁμολογήσειεν κατὰ θείαν ὡς ἀληθῶς ἐπίπνοιαν ταῦτα πάντα περὶ αὐτοὺς γεγονέναι; Διὸ καὶ τότε θαυμάζεσθαι αὐτοὺς εἰκὸς ἦν παρὰ τοῖς ἔμφροσιν, καὶ τοὺς λόγους αὐτῶν ἀναγράπτους παρὰ τοῖς ἱερογραμματεῦσι φυλάττεσθαι, εἰς ἔτι τε νῦν παρ’ ὅλῳ τῷ ἔθνει προφήτας γεγονέναι τοῦ Θεοῦ πιστεύεσθαι· ὃ καὶ ἐναργέστατα μάλιστα παρίστησιν ἡ ἡμετέρα περὶ τοῦ Χριστοῦ διάληψις, καθ’ ἣν ἀποδείκνυμεν πᾶσαν τὴν κατ’ αὐτὸν οἰκονομίαν γεγενημένην, τά τε περὶ τῆς διδασκαλίας αὐτοῦ, καὶ τῆς ἐξ ἀπάντων ἐθνῶν γενομένῃς δι’ αὐτοῦ κλήσεως ἀκριβῶς προεγνῶσθαί τε καὶ πρὸ μυρίων ὅσων ἐτῶν τοῖς θεσπεσίοις ἐκείνοις ἀνδράσι προειρῆσθαι· ὧν τὰς ἱερὰς βίβλους Ἰουδαῖοι μᾶλλον ἂν ἡμῶν εἶεν ἀξιοπιστότεροι μετὰ πάσης σεβασμίου τιμῆς περιέποντές τε καὶ προφέροντες. Τούτων ἡμῖν χρησίμως προδιαληφθέντων ἐπὶ τὴν ὑπόθεσιν ὁδευτέον.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.Es. 2, 1.
Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος·
ἐκ γὰρ Σιὼν,
φησὶν,
ἐξελεύσεται νόμος,
ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει(ξει) πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύῃ τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν
οὐκ οἶδ’ εἴ τίς ἐστιν πρὸς ταῦτα λόγος· ἡμῖν γε μὴν ὑγιῶς εἰς Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκόσι ῥᾳδίως ἔνεστιν πᾶσαν ἐξομαλίσαι τὴν προφητείαν, θείαν τε ὡς ἀληθῶς καὶ παράδοξον αὐτὴν ἐπιδεικνύναι, τῷ καὶ τέλος ἐσχηκέναι τὰ προφητευθέντα πιστεύειν, καὶ μὴ τῆς ἀληθείας ἐκπίπτειν, εἰς ἀτερματίστους ὑπερτιθεμένους χρόνους τῶν προφητειῶν τὰ ἀποτελέσματα. Φαμὲν γὰρ δὴ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ καὶ σωματικῶς ἐκ Σιὼν ἐξεληλυθέναι, κἀκεῖθεν πᾶσιν ἀνακεκηρύχθαι τοῖς ἔθνεσι, τὸν νόμον τῆς καινῆς διαθήκης, τὸν κατὰ τὸ εὐαγγέλιον, ὅτε καὶ αὐτὸς ὁ σωτήριος Λόγος, Λόγος τοῦ Κυρίου χρηματίζων, ἐκ τῆς Ἱερουσαλὴμ προελθὼν, ἔνθα διατρίβων ἐδίδασκεν, κατὰ τὸ,
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·
ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν·Act. 10, 45.
ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας. Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ·’ ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν (sic) ἀποπληροῦσθαι· πλὴν ἀπὸ τῶν εἰρημένων δύναταί πως εἶναι σαφῆ καὶ τὰ κατὰ τὴν ἀρχὴν τῆς ἐν χερσὶ περικοπῆς,
ἐν
γὰρ
ταῖς ἐσχάταις ἡμέραις,
δῆλον δ’ ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς
γεγένηται τὸ
ὄρος
τὸ πνευματικὸν τοῦ
Θεοῦ
, τοῦτ’ ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳ[*](Eph. 2, 20.) τῶν ἀποστόλων καὶ προφητῶν, καὶ διὰ τοῦτο ἐπάνω εἶναι τῶν ὀρέων λεγομένη. Καὶ ταῦτά γε ἐμφανῆ γέγονε μετὰ τὴν ἀποβολὴν τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ μετὰ τὸ ἀρθῆναι ἀπ’ αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτε πέρας εἰλήφασιν αἱ ἀνωτέρω τῆς ἐκτεθείσης προφητείας φωναὶ, δι’ ὧν εἴρηται τὸ,
Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορπουμένη·Es. 1, 8.
καὶ ὅτε πεπλήρωται τὸ,
Ἀκούσατε λόγων Κύριοι, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος;
καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει,
τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ’ ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ’ ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων,
αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις·
δι’ ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ,
Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;
μεθ’ ἃ πάντα τελευτῶν
ὁ λόγος αὖθις τὴν ἀποβολὴν αὐτῶν προμηνύων φησίν·
Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
Τοσαῦτα καὶ τηλικαῦτα κατ’ αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι’ ἧς εἴρηται τὸ,
Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.Es. 2, 2.
Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ’ ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται,
ὄρος τοῦ Θεοῦ, ὄρος πῖον·Ps. 67, 15. 16.
καὶ τὸ,
ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ
. Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν· οἶκος δ’ ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ’ ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ’ αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ’ ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ’ ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ’ ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε ἀποδεδομένου. ὄρους καὶ τοῦ δεδηλωμένου οἴκου, ἡμεῖς οἱ ἐξ ἐθνῶν διὰ τῆς εἰς
Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ πίστεως προσεληλυθότες τῷ τῶν ὅλων Θεῷ, πάλαι μὲν ἀγνοοῦντες τὰ τηλικαῦτα, νυνὶ δὲ διὰ τὴν θείαν χάριν ἐπιγνόντες αὐτὰ, προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ ἅτε παιδευθέντες ὑπὸ τοῦ ἐξεληλυθότος ἢ καὶ καταβεβηκότος ἐκ τῆς ἐπουρανίου Ἱερουσαλὴμ Λόγου Θεοῦ, ὡς ὅτι
ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·Gal. 4, 26.
ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν,
δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.Es. 2, 3.
Τούτων δ’ ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι’ ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων,
ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου.Es. 65, 1.
Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. Δύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν ἁρμόττεσθαι, ὡς τότε μᾶλλον ἢ νῦν πληρωθησομένων τελείως τῶν προπεφητευμένων. Ἱστέον
δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ.

Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν,Es. 3, 1.
καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός·
Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι’ ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι’ ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει·
Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν.Sap. 2, 12.
Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων
αὐτῷ καὶ καθ’ ἑαυτῶν μᾶλλον, ἤ περ κατ’ αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι’ ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ,
οὐαὶ τῇ ψυχῇ αὐτῶν·
ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων,
τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται·
ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων,
ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν
. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ’ αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ’ ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ’ ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ’ ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν·
οὐαὶ γὰρ
, φησὶν ὁ λόγος,
τῇ ψυχῇ αὐτῶν·
καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων,
διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δικαίον, ὅτι δύσχρηστος ἡμῖν ἔστιν.

Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.Es. 3, 12.
Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ
νῦν καταστήσεται εἰς κρίσιν Κύριος·
καὶ μάλιστα τὸ,
αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ·
ἁρμόζοι δ’ ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ’ ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ’ εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ’ αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι.