Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται·

Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός;Dan. 3, 24.
συμφησάντων δὲ αὐτῶν,
Ἰδοὺ ἐγὼ,
φησὶν,
ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ·
ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας.

Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τῷ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήνεχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.Dan. 7, 13.
Συνᾴδει ταῦτα τῇ τοῦ αὐτοῦ Δανιὴλ προφητείᾳ προθεσπιζούσῃ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας κατὰ τὸν λίθον τὸν ἀποτμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν· τίς γὰρ ἂν ἄλλος, ὁ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάνων, ἢ ὁ εἰπὼν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ δι’ ἡμᾶς μορφὴν δούλου λαβὼν, καὶ υἱὸς ἀνθρώπου γενόμενος,
ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς τὸν Θεὸν ὑπάγω;Io. 13, 4.
ὃς καὶ παρόντων τῶν ἑαυτοῦ μαθητῶν,
βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν,Act. 1, 9.
ὅτε καὶ ἀτενιζόντων εἰς τὸν οὐρανὸν, ἰδοὺ δύο ἄνδρες ἐν ἐσθήσεσι λαμπραῖς ὀφθέντες, τὰ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας αὐτοὺς ἐδίδασκον, αὖθις ἐν νεφέλῃ παραγενήσεσθαι αὐτὸν προλέγοντες. Τῷ οὖν Χριστῷ μόνῳ ὑπὸ τοῦ Πατρὸς ἐδόθη καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ὥστε πάντα τὰ ἔθνη λατρεύειν αὐτῷ, καὶ πᾶσαν γλῶσσαν ἐξομολογεῖσθαι, ὅτι[*](Phil. 2, 11.) Κύριος Ἰησοῦς Χρίστος εἰς δόξαν Θεοῦ πατρός.

Εὐξαμένῳ τῷ Δανιὴλ περὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ παντὸς λαοῦ, περί τε τῆς ἐρημώσεως τῆς Ἱερουσαλὴμ, Γαβριὴλ ἐπιφανεὶς ἀρχάγγελος ὁμοῦ

τε αὐτῷ σημαίνει τὸ συμπέρασμα τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας, καὶ τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ, τόν τε ἀπὸ τῆς ἀνανεώσεως ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν χρόνον, καὶ τὴν μετὰ ταῦτα γενησομένην δευτέραν ἅλωσιν τῆς πόλεως, καὶ τὸν ἐπὶ πᾶσιν ἀνδραποδισμὸν τοῦ παντὸς ἔθνους, τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἐπιτελεσθέντα. Ἔχουσι δὲ αὐτοῦ τοῦτον τὸν τρόπον αἱ λέξεις·
Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἑννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπολεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἄγιον ἀγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων(ου) τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβδομάδες ξβ′· καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεία, καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. Καὶ μετὰ τὰς ἑβομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. Καὶ δυναμώσει διαθήμην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς· ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἑρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.Dan. 9, 22.

Τῶν εἰς τὰς προκειμένας ἑβδομάδας ἐπιβεβληκότων μόνον ἴσμεν Ἀφρικανὸν ἀκριβέστατα καὶ μᾶλλον παρὰ τοὺς λοιποὺς ἐπιτετευγμένως τεθεωρηκότα· καὶ δή μοι δοκεῖ ἀναγκαῖον εἶναι πρῶτον αὐτοῦ τὴν εἰς τοὺς τόπους διήγησιν εἰς μέσον ἀγαγεῖν, εἶθ’ οὕτως ἐπισκέψασθαι, εἴ τι ἄρα καὶ αὐτοὶ δυναίμεθα συμβαλέσθαι τῷ λόγῳ. Γράφει δὴ οὖν ἐν πέμπτῳ τῶν Χρονογραφιῶν κατὰ λέξιν οὕτως·

Ἡ μὲν οὖν περικοπὴ οὕτω πῶς ἔχουσα πολλά τε καὶ παράδοξα σημαίνει· νῦν δ’ ὧν χρεία περί τε τοὺς χρόνους καὶ τὰ τούτοις συντείνοντα τὸν λόγον ποιησόμεθα. Ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας λέγεται ταῦτα μετὰ ἑβδομάδας ο′ μέλλοντος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ Σωτῆρος ἢ ἀπὸ τούτου τὰ παραπτώματα παλαιοῦται, καὶ αἱ ἁμαρτίαι συντελοῦνται διὰ τὴν ἄφεσιν, αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἀπαλείφονται, δικαιοσύνη τε αἰώνιος καταγγέλλεται (παρὰ) τὴν ἐκ νόμου· ὁράσεις τέ καὶ προφητεῖαι μέχρις Ἰωάννου· χρίεται ἅγιος ἀγίων· πρὸ γὰρ τῆς τοῦ Σωτῆρος παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μόνον. Ἄρξασθαι δὴ τῶν ἀριθμῶν, τοῦτ’ ἔστιν τῶν ο′ ἑβδομάδων, ἅ ἐστιν ἔτη υϛ′, ὁ ἄγγελος ὑποτίθεται ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οὐκοδομῆσαι Ἱερουσαλήμ· συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου Περσῶν βασιλεύοντος εἰκοστῷ ἔτει. Νεεμίας γὰρ ὁ τούτου οἰνοχόος δεηθεὶς ἀποκρίσεώς τε ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλὴμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο. Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκαστον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ
μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔζρᾳ, τὸν νεὼν οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα, καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου. Ἐμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου εἰκοσαετοῦς, Περσῶν δὲ ἡγεμονίας πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ρπε′ ἔτη· καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέλευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας τε καταπεμφθεὶς τοῦ ἔργου προέστη, ἡ δὲ οἰκοδομὴ πλατεία καὶ περὶ τεῖχος, ὡς προεφητεύθη· κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ο′ ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.

Εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται, καὶ πλεῖστα ἄτοπα ἀπαντήσει· ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώμεθα τῆς ἀριθμήσεως τῶν ο′ ἑβδομάδων, ἔτη ρ′ καὶ προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγγελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας· εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν σλ′ περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τ′ παρατείνασαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἔτος ἑκκαιδέκατον εἰς ἔτη ξ′· ἀπὸ δὲ Ἀρταξέρξου ο′ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. Ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοικίσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκαστοστῷ τῆς Περσῶν βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει καὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται υοε′, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα ἔτη γίνεται κατὰ τὸν σεληναῖον μῆνα τοὺς ἐνιαυτοὺς ἐκείνων
ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν εἰκόσι ἐννέα ἥμισυ· οὕτως τοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τξε′ τετάρτου τὴν κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέραις ἑνδέκα καὶ τετάρτῳ. Διὰ τοῦτο καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν· ὀκτάκι γὰρ τὰ ἔνδεκα καὶ τέταρτον ποιεῖ τρίμηνον. Τὰ τοίνυν υοε′ ἔτη ὀκταετηρίδες γίνονται νθ′ καὶ μῆνες γ′, ὡς τριμήνου δὲ ἐμβολίμου τῇ ὀκταετίᾳ, γίνονται ἔτη πεντεκαίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίνεται· ταῦτα δὲ πρὸς τοῖς (υ)οε′ ἔτεσιν αἱ ο′ ἑβδομάδες συντελοῦνται.

Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνὴρ εἰς τοὺς τόπους ἐπιβέβληκεν· φέρε δὴ καὶ ἡμεῖς μετὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν ἴδωμεν, εἰ οἷόν τε καὶ ἑτέρως τοῖς τόποις ἐπιβαλεῖν, ὡς ἂν μὴ δοκοῖμεν τοὺς ἀπὸ Κύρου καὶ ἐπὶ Ἀρταξέρξην ὑποκλέπτοντες χρόνους βιαιοτέραν ποιεῖσθαι τὴν ἀπόδοσιν, καὶ ἄλλως μὴ δὲ τὴν αἰτίαν παριστάναι δοκεῖν τῆς τῶν ἑπτὰ ἑβδομάδων καὶ τῶν ξβ′ διαιρέσεως, ἥν ὁ θεῖος λόγος πάντως ποῦ μετά τινος εὐλόγου διανοίας καὶ βαθυτάτης συνέσεως πεποίηται φήσας,

καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ζ′, καὶ ἑβομάδες ξβ′ καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος
. Ὅρα δὴ εἰ μὴ ἀβίαστος γένοιτ’ ἂν ἡμῖν ἡ διήγησις ἐξ αὐτοῦ Κύρου, καθ’ ὃν ὁ Δανιὴ λπροφητεύει, τοὺς χρόνους ἀπαριθμουμένοις. Οὗτος γὰρ οὖν πρῶτος τὴν περὶ τοῦ ἀνεγεῖραι τὴν Ἱερουσαλὴμ ἀπόκρισιν ἐξενήνοχε κατὰ τὴν ἐν τῷ Ἔζρᾳ γραφὴν, τοῦτον ἔχουσαν τὸν τρόπον·
Καὶ ἐν τῷ πρώτῳ ἔτει
Κύρου βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐγγράπτως, λέγων, Οὕτως εἶπεν Κύρος ὁ βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς παρέδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ τῇ ἐν Ἰουδαίᾳ. Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλήμ· καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρεται· Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κύριου, ἃ ἔλαβεν Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ. Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθριδάτου καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαμανασσὰρ ἄρχοντι τοῦ Ἰούδα.Ez. 1, 1.
Ἐπὶ τούτοις ἱστορεῖ ἡ γραφὴ ὡς ἀνελθόντες οἱ πρῶτοι καταβάλλονται τοὺς τοῦ ἱεροῦ θεμελίους, καὶ ὡς εἴργονταί γε ἐν τῷ μεταξὺ χρόνῳ τῆς σπουδῆς, ἕως ἐπὶ ἑβδόμην ἐτῶν ἑβδομάδα· τεσσαράκοντα γοῦν καὶ ἓξ ἔτη ἀπὸ Κύρου καὶ ἐπὶ τὸ Δαρείου ἕκτον ἔτος περιγράφεται, ἐν ᾧ πέρας ἴσχει τὰ τῆς τοῦ ναοῦ οἰκοδομῆς· ὅθεν εἰκότως ἀπὸ τῶν λοιπῶν ἑβδομάδας ζ′ τὰς πρώτας ὁ λόγος ἀφωρίσατο, τὸν μεταξὺ χρόνον τῆς πρώτης καταβολῆς τῶν τοῦ ναοῦ θεμελίων καὶ τῆς εἰς ἄκρον αὐτοῦ ἀναπληρώσεως ἐμφῆναι βουλόμενος. Κύρος μὲν γὰρ ἔτη τριάκοντα καὶ ἓν βασιλεύσας, Καμβύσῃ τῷ παιδὶ παραδίδωσι τὴν ἀρχήν· οὗ ἐπὶ ἐννέα διαγενομένου ἔτεσι, Δαρεῖος τὴν βασιλείαν παραλαβὼν, αὖθις μετὰ
Κύρον διὰ τοῦ προγράμματος τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προστάττει. Καὶ δὴ κατὰ τὸ ἕκτον αὐτοῦ τῆς ἀρχῆς ἔτος, ὅπερ ἦν ἀπὸ Κύρου τεσσαρακοστὸν καὶ ἕκτον, τὰ τῆς οἰκοδομῆς ἀποπληροῦται· ὅθεν ὁρμώμενοι τῷ Σωτῆρι ἡμῶν ἔλεγον,
μ’ καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος,Io. 2, 20.
καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Κατὰ δὲ τὸν Ἰώσηπον ο’ (θ’) καὶ μ’ ἔτη ἀκριβῶς τὰ ἀπὸ Κύρου ἐπὶ τὸ Δαρείου ἔνατον ἔτος συνάγεται, ἐν ᾧ τέλος ἐπιθεῖναι τῇ τοῦ ναοῦ οἰκοδομῇ ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας φησὶν αὐτολεξεὶ δηλῶν οἰκοδομηθήσεσθαι τὸν ναὸν ζ′ (sic) μηνὶ τοῦ ἐνάτου τῆς ἐπὶ Δαρείου βασιλείας ἔτους· οἷς καὶ ἐπιφέρει λέγων,
κατῴκισαν δὲ ἐν τοῖς Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοχρατ[ορ]ικῇ μετὰ ὀλιγαρχίας· οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων, ἄχρι οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐγγόνους.Joseph. 11, 4, 8.
Ἅιδε μὲν οὖν αἱ ἐν τῇ προφητείᾳ φερόμεναι ζ′ ἑβδομάδες εἰς τὸ προδεδηλωμένον ἔτος Δαρείου περιοριζόμεναι, πρόδηλοι οὖν δι’ ἣν αἰτίαν τῶν (τὸν) ἀπὸ τῶν λοιπῶν ἀφορισμὸν εἰλήφασιν. Ἴδωμεν δὲ καὶ τὰς λοιπὰς ξβ’ ἐπὶ ποίους περιορίζονται χρόνους. Τὸ μὲν δὴ ἔνατον ἔτος Δαρείου κατὰ τὴν ἑβδόμην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα ἐκ τῆς τῶν παρ’ Ἕλλησι χρονογράφων παρίσταται ἱστορίας· ἀπὸ δὴ οὖν ταύτης ἐπὶ τὴν ἑκατοστὴν ἑκκαιδεκάτην Ὀλυμπιάδα, καθ’ ἥν Σέλευκος μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν Συρίας ἀπάσης καὶ Βαβυλωνίας ἐκράτησεν, ἔτη γίνεται σ’· ἐντεῦθεν δ’ ἐπὶ τὴν τελευτὴν Σίμωνος Ἰουδαίων ἀρχιερέως τῆς κατὰ Συρίαν ἀρχῆς ζ′ καὶ ο′ καὶ ρ′ διαγενέσθαι ἡ πρώτη
τῶν[*](Maccab. 1.) καλουμένων Μακκαβαϊκῶν σημαίνει γραφὴ, μέχρι τούτου περιγράφουσα τὴν ἱστορίαν· πάλιν δ’ ἐντεῦθεν τὰς τῶν ἱερέων διαδοχὰς ἀκριβέστατα ἐπισημαινόμενος[*](Joseph. Ant. 20, 10, 3.) ὁ Ἰώσηπος μετὰ Σίμωνα τὸν προδεδηλωμένον φησὶ καθηγήσασθαι τοῦ λαοῦ Ἰωάννην τὸν καὶ Ὑρκανὸν ἔτεσιν θ′ καὶ κ′· τοῦτον δὲ διαδέξασθαι Ἀριστόβουλον, ὃν καὶ βασιλεῦσαι ἐνιαυτόν· μετὰ δὲ τοῦτον Ἀλέξανδρος ἔτεσι κζ’, μεθ’ ὃν τὴν γυναῖκα Ἀλεξάνδραν, ἐφ’ ἣν τὰ πάντα ἀπὸ ἐνάτου ἔτους Δαρείου ἔτη συνάγεται υλδ′, ὅποσα δ’ ἂν γένοιτο ἐκ τῶν ξβ’ ἑβδομάδων ἐν αἷς οἱ χριστοὶ ἡγούμενοι, οὗτοι δ’ ἂν εἶεν οἱ ἀρχιερεῖς, ἀρξάμενοι ἀπὸ Κύρου τῶν τοῦ ἔθνους προέστησαν πραγμάτων· πρόδηλον γὰρ ἀπό τε τῆς ἱερᾶς γραφῆς, οὐ μὲν (μὴν) ἀλλὰ καὶ ἀπὸ τῶν προτεθεισῶν τοῦ Ἰωσήπου φωνῶν, ὡς ὅτι μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ἐξ αὐτοῦ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου ἡγεμόσι καὶ ἄρχουσι τοῖς κατὰ διαδοχὴν ἐχρῶντο, μέχρι ὧν ὁ Ἰώσηπος ὀνομάζει Ἀσαμωνίου παίδων, οὓς ἡ γραφὴ Μακκαβαίους ὠνόμασεν, ὧν πρῶτος ἀρχιεράτευσεν Ἰούδας ὁ Μακκαβαῖος ἐπικληθεὶς, ὃς καὶ καθηγήσατο τοῦ λαοῦ τοὺς Ἀντιόχου τροπωσάμενος στρατηγούς· μεθ’ ὃν Ἰωνάθης ἀδελφὸς αὐτοῦ ὁμοῦ τὴν ἀρχιερωσύνην καὶ τὴν τοῦ λαοῦ διαλαμβάνει προστασίαν· καὶ αὖθις τούτου ἀδελφὸς Σίμων ἀρχιερεὺς, μεθ’ ὃν Ὑρκανὸς, μεθ’ ὃν Ἰούδας, ὁ καὶ Ἀριστόβουλος, διαδέχεται· καὶ πρῶτος ἐπὶ τῇ ἀρχιερωσύνῃ καὶ βασιλείᾳ περιέθετο διάδημα· μεθ’ ὃν τὴν ἀρχιερωσύνην ὁμοῦ καὶ τὴν βασιλείαν παραλαβὼν Ἀλέξανδρος ἐπὶ διαδόχῳ γυναικὶ τελευτᾷ·
ἐν ᾧ τῶν ἐν τῷ Δανιὴλ συμπερασθεισῶν ἑβδομάδων οἱ ἐξ ἱερέων ἄρχοντες χριστοὶ προσαγορευόμενοι διαλείπουσιν· ὥστε δηλοῦν τὸ φάσκον λόγιον,
ἕως χριστοῦ ἡγουμένου
, τόσασδε ἔσεσθαι ἑβδομάδας· ὡσεὶ σαφέστερον εἰρήκει, θ′ καὶ ξ′ διελεύσεσθαι ἐτῶν ἑβδομάδας, τοῦτ’ ἔστι χρόνωνί(ον) γ′ καὶ π′ καὶ υ′ ἐτῶν, ἐν ᾧ χριστός τις καὶ ἀρχιερεὺς κατὰ διαδοχὴν ἡγούμενος τῶν τοῦ λαοῦ προστήσεται πραγμάτων. Καὶ δὴ παντί τῳ σαφὲς ἐκ τῶν προπαρατεθέντων ἡμῖν, ὡς τοσοῦτος ἐτῶν ἀριθμὸς τῶν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ ὑστάτου αὐτῶν ἡγησαμένου ἀρχιερέως παρίσταται· μεθ’ ὃν μόνη τῶν πώποτε τὸ τηνικαῦτα γυνὴ τὴν τοῦ ἔθνους βασιλείαν διαλαμβάνει, ἑξ ἧς ὁμοῦ τά τε τῆς Ἰουδαίων ἡγεμονίας, καὶ τὰ τῆς ἐκ προγόνων εὐσταθῶς προϊούσης ἀρχιερωσύνης συγχεῖται. Διαλαβοῦσα γοῦν ἡ προδεδηλωμένη τὴν ἀρχὴν, τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ τῷ παιδὶ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη θ′ κατασχοῦσα τελευτᾷ· μεθ’ ἣν Ἀριστόβουλος, ἕτερος αὐτὸς πλεῖστα στασιάσας πρὸς τὸν ἀδελφὸν, ἐκεῖνον μὲν τὴν ἀρχιερωσύνην ἀφαιρεῖται, αὐτὸς δὲ πρὸς ταύτῃ καὶ τῆς βασιλείας μετὰ τρίτον ἔτος ἀποπίπτει· Ῥωμαίων γὰρ αὐτίκα στρατηγὸς Πομπήϊος ἐπιστὰς, τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ Ἀριστόβουλον δέσμιον ἐπὶ Ῥώμης ἅμα τέκνοις ἀναπέμπει· μεθ’ ὃν καὶ τοῦ Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλώτου ἀχθέντος, τὴν κατὰ Ἰουδαίων βασιλείαν πρῶτος ἐξ ἐθνῶν Ἡρώδης
παρὰ τῆς συγκλήτου Ῥωμαίων ἐγχειρίζεται· ὡς μὲν[*](Jos. Ant. 14, 7, 3.) ὁ Ἰώσηπος παραδίδωσιν, Ἰδουμαῖος κατὰ πατέρα τὸ γένος ὢν, Ἀράβιος δὲ κατὰ μήτερα· ὡς δ’ ὁ Ἀφρικανὸς, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν,
φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀντίπατρον, (τοῦτον δ’ εἶναι αὐτῷ πατέρα,) Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεῶ τοῦ Ἀπόλλωνος ἱεροδούλων γεγονέναι.Euseb. H. E. 1, 7, 8.
Εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθούσης ἀρχῆς, ἐν τα (sic) αὐτῷ μετὰ τῶν ἄλλων προφητῶν καὶ ἡ παρὰ Μωσεῖ φερομένη τοῦ Ἰακωβ πληροῦται πρόρρησις,
οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα φήσασα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν·Gen. 49, 10.
καὶ πρόδηλόν γε ἔκ τε τῶν ἱστοριῶν, καὶ τῶν ἡμῖν παρατεθέντων, ὅτι δὴ μέχρις Ἡρώδου, καθ’ ὃν ὁ Χριστὸς γεγέννηται, οὐ διελειπεν ἡ ἐξ αὐτῶν Ἑβραίων κατὰ διαδοχὴν τοῦ παντὸς ἔθνους ἡγησαμένων ἀρχή· πρώτου δὲ τὸ γένος ἀλλοφύλου βασιλεύσαντος αὐτῶν· Ἡρώδου, αὐτίκα μὲν καὶ ἡ τοῦ Χριστοῦ παρουσία πληροῦται, καὶ ἡ τῶν ἐθνῶν προθεσπισθεῖσα προσδοκία διὰ τῆς εἰς πᾶν ἔθνος διαδραμούσης τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας ἔργῳ συντελεῖσθαι ἤρξατο· τότε καὶ ἡ ἐν τῷ Δανιὴλ μετὰ τὰς διαληφθείσας ἡμῖν ἑβδομάδας πρόρρησις ἐπεσφραγίζετο, φάσκουσα,
καὶ μετὰ τὰς ἑβδομάδας τὰς ξβ′ ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον· διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ· καὶ κοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς.

Τίνα μὲν οὖν τρόπον ἡ τῶν προρρηθεισῶν ἑβδομάδων τῶν τε προτέρων νζ′ , καὶ τῶν ἐπὶ ταύταις ξβ′, προφητεία, ἐν αἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν, καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης χριστός τις καὶ ἀρχιερεὺς ἡγεῖτο τοῦ λαοῦ, ὡς διὰ τουτὶ εἰρῆσθαι τῷ χρησμῷ τὸ,

ἕως χριστοῦ ἡγουμένου
, πέρας εἴληφεν εἰς τοὺς κατὰ Ἡρώδην χρόνους, ὡς δύναμις ἡμῖν, δεδήλωται· πῶς δ’ ἐπὶ τούτοις μετὰ τὴν συμπλήρωσιν τοῦ προδηλωθέντος τῶν ἑβδομάδων χρόνου
ἐξωλοθρεύθη χρίσμα, ὅτι μὴ κρίμα ἦν ἐν αὐτῷ,
ὥσπερ δ’ οὖν τὸ λόγιον μηνύει, σημαῖνον ὅτι μετὰ κρίσεως εὐλόγου τὸ χρίσμα τὸ κατὰ τὴν ἀρχιερωσύνην ἐπὶ τοῦ δηλουμένου καιροῦ συντελεσθήσεται, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι τῇ τε τοῦ νόμου διατάξει, (ἐν ᾗ διὰ βίου μέχρις αὐτῆς τελευτῆς προστέτακται τὴν ἀρχιερωσύνην τοὺς οἷς κατὰ τὴν τοῦ γένους διαδοχὴν προσήκει διαλαμβάνειν,) καὶ τῇ μέχρι τῶν Ἡρώδου χρόνων ἱστορίᾳ, δηλούσῃ τοὺς κατὰ διαδοχὴν ἀρχιερεῖς διὰ πάσης τῆς αὐτῶν ζωῆς ἀκολούθως τῇ περὶ αὐτῶν νομοθεσίᾳ τῆς τιμῆς ἠξιῶσθαι, ὅπως τε κατ’ αὐτὸν Ἡρώδην οὐ μόνον τὰ τῆς τοιαύτης περὶ τοὺς ἀρχιερεῖς διαταγῆς συγχεῖταί τε καὶ διαφθείρεται, ἀλλὰ καὶ τῆς ἁγίας στολῆς, ἣν ὑπομόνον (sic) ἐξῆν εἶναι τὸν ἀρχιερέα, ὅτι μὴ δ’ ἑτέρῳ ἢ αὐτῷ μόνῳ ἐν ταύτῃ λειτουργεῖν ἐξὸν ἦν, τὴν ἐξουσίαν αὐτοὺς Ἡρώδης ἀφελόμενος, ὑφ’ ἑαυτὸν, καὶ ταῦτα ἀλλόφυλος ὢν, ποιεῖται. Εἰ δὲ χρὴ καὶ τούτων παραθέσθαι ἐλέγχους, δέχου δὴ τοῦ μάρτυρος
τὰς φωνὰς (ἃς) ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, τῆς τῶν ἱερέων καὶ αὐτὸς ἠξιωμένος τιμῆς, καὶ γένους τοῦ παρ’ αὐτοῖς διαφανεστάτου, ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας κατατέθειται συγγράμματι. Περὶ μὲν οὖν τῆς τῶν ἀρχιερέων παρατροπῆς ὧδέ πως κατὰ λέξιν γράφει·

Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ (Ῥω)μαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ οὐκ ἐξ ἱερέων οὖσιν, πλὴν ἑνὸς Ἀριστοβούλου, τὴν τιμὴν ἀπένεμεν· τὸν δὲ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ἀπὸ Παρθῶν αἰχμαλωσιασθέντος υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην· εἶτα φοβηθεὶς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχῷ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. Μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν· ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες.Jos. Ant. 20, 11, 5.

Ταῦτα μὲν περὶ τούτων ὁ Ἰώσηπος· περὶ δὲ τῆς ἀρχιερατικῆς στολῆς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἀρχαιολογίας ταῦτα ἱστορεῖ·

Ἡρώδης δὲ βασιλεύσας τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπ’ αὐτῷ τὸν λαὸν δι’ αὐτήν. Ἔπρασσε δὲ τὰ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος. υἱὸς ὢν, παρ’ οὖ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν
τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι.Jos. Ant. 18, 4, 3.

Ἐκ δὴ τούτων ἀναμφίλεκτος γένοιτ’ ἂν ἀπόδειξις, ὅτι δὴ κατὰ τοὺς δηλουμένους χρόνους τὰ τῆς προφητείας περιγραφῆς ἔτυχεν· εἰ δὲ μὴ συνομολόγοιεν τούτοις οἱ ἐκ περιτομῆς, αἰτητέον αὐτοὺς ἑτέραν παρὰ τὴν ἡμετέραν τῆς γραφῆς διήγησιν, καὶ δεικτέον ὡς ἄρα κατ’ αὐτοὺς ψευδεῖς ἀνάγκη τὰς τοῦ τηλικούτου Γαβριὴλ ἀπελέγχεσθαι προρρήσεις, εἰ μηδὲν τῶν προαναπεφωνημένων ἐξ ἐκείνου καὶ εἰς δεῦρο χιλίων ἤδη πλησιαζόντων ἐτῶν γεγένηται· ἀλλ’ ἡμῖν γε σαφῶς ἀληθὴς ὁ λόγος ἀποδείκνυται κατὰ τὰς ἀβιάστως παρατεθείσας ἡμῖν διηγήσεις, αἷς ἀκολούθως εὐχερὲς ἀποδοῦναι τίνα τρόπον καὶ ἡ μετὰ πάσας ὑστάτη ἐπιφερομένη ἑβδομὰς μία ἐνεδυνάμωσεν διαθήκην πολλοῖς, τὴν καινὴν διαθήκην τοῦ σωτηρίου κηρύγματος, τὴν ἐπὶ πᾶσαν διαδοθεῖσαν τὴν οἰκουμένην, καὶ οὐκέτι μὲν ἑνὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει, ἀλλ’ ἤδη καὶ πλείοσι κηρυχθεῖσαν, ὥστ’ ἂν διὰ τοῦτο εἰρῆσθαι καὶ τὸ,

δυναμώσει διαθήκην πολλοῖς ἐβδομὰς μία.
Ἐπιστῆσαι δὲ εὔλογον, ὅτι μὴ ἑξῆς ταῖς λοιπαῖς ἑβδομάσιν ἡ τελευταία ἑβδομὰς μία συνῆπται, ἥν φησιν ὁ λόγος δυναμώσειν διαθήκην τοῖς πολλοῖς· οὐ γὰρ ὡς ἐπὶ τῶν ζ′ καὶ ξβ′ ἑβδομάδων καὶ ἐπὶ τῆς μιᾶς πεποίηκεν· ἐπ’ ἐκείνων μὲν γὰρ διελὼν τοῦ παντὸς χρόνου τὸν ἀριθμὸν εἰς τε τὰς ζ′ καὶ ἑξῆς τὰς ξβ′ ἑβδομάδας συνημμένην πεποίηται τὴν διαίρεσιν, ταῖς ζ′ τὰς ξβ′ συνάψας, καὶ μηδένα χρόνον μὴ δὲ πρᾶξιν μεταξὺ καταλιπὼν, ὅτι μὴ δ’ ἐμφέρεταί τι
διάλειμμα χρόνου διαιροῦν καὶ διαζευγνύον τὸ συνημμένον τῆς κατ’ ἐκείνας τὰς ἑβδομάδας ἱστορίας· ἐπὶ δὲ τῆς ἐπιφερομένης ἑβδομάδος μιᾶς μακρά τις καὶ ἀπεσχοινισμένη τυγχάνει διαστολή. Μετὰ γὰρ τὰς ἑβδομάδας τὰς ξβ′, πρῶτον φησὶν
ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ
, ὃ καὶ πρόδηλον τίνα τρόπον πέρας εἴληφεν ἐπὶ τῶν Ἡρώδου χρόνων· εἶτα φησὶ, καὶ τὴν πόλιν
καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ.
Τίς δὲ διαφθερεῖ ἢ τῶν ψυχῶν ὁ διαφθορεὺς διάβολος; Τίς δὲ ὁ ἐρχόμενος ἡγούμενος, ἢ ὁ ἐξ ἐθνῶν πρῶτος αὐτῶν ἡγησάμενος Ἡρώδης, καὶ οἱ μετ’ αὐτὸν εἰς δεῦρο τὴν κατὰ Ἰουδαίων ἡγεμονίαν διειληφότες; Ὥσπερ γ’ οὖν τοὺς πάλαι αὐτῶν ἡγουμένους ἀρχιερεῖς
χριστὸν ἡγούμενον
αἰνιγματωδῶς προσεῖπεν ἡ προφητεία, τὸν αὐτὸν τρόπον τοὺς μετὰ τὴν ἐκείνων κατάπαυσιν ἐξ ἐθνῶν αὐτῶν ἄρξαντας
ἐρχόμενον ἡγούμενον
προσηγόρευσεν, φήσασα,
καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ·
ὅπερ σαφέστερον ὁ Ἀκύλας ἐκδέδωκε ποιήσας,
καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου.
Καὶ πρόδηλον ὅπως ὁ λαὸς καὶ ὁ στρατὸς τῶν μετὰ τοὺς χριστοὺς ἡγουμένους τὴν κατὰ Ἰουδαίων ἀρχὴν διαδεξαμένων ἐξ ἐθνῶν ἡγουμένων, νόμοις ἐθνῶν χρώμενος, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διέφθειρεν, καὶ ὁ κατὰ διάνοιαν δὲ τῶν ψυχῶν ἡγούμενος φθορεὺς σὺν τῷ ἡγουμένῳ τῷ κατὰ τὴν προφητείαν ἐληλυθότι πᾶσαν φθορὰν ἐνηργήσατο αὐτῷ τε πρότερον τῷ λαῷ, καὶ τοῖς τὴν πόλιν ἐνοικοῦσι πολίταις, ἔπειτα δὲ καὶ τῷ ναῷ καὶ τῇ πάλαι συντελουμένῃ
ἐν αὐτῷ λατρείᾳ. Καὶ ταύτην γε αἰτίαν τῆς παραυτίκα γεγενημένης τοῦ Χριστοῦ παρουσίας προσημαῖνόν που θεῖον λόγιον φησὶν,
Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός.Ps. 13, 2.
Εἶθ’ ὡς διεφθορότων τῶν προδεδηλωμένων τὰ διαληψόμενα αὐτοὺς προδιδάσκων ὁ λόγος φησὶ,
καὶ κοπήσονται ἐν τῷ κατακλυσμῷ, καὶ ἐπὶ τοσοῦτόν γε κοπήσονται, ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς·Dan. 9, 26.
ἔτι δὲ τούτων συντελουμένων τε καὶ ἐνεργουμένων,
καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία.
Αὕτη δ’ ἂν εἴη ἡ τοῦ σωτηρίου κηρύγματος, δι’ οὗ τῆς καινῆς τὴν παράδοσιν διαθήκης ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν πολλοῖς τοῖς μαθητευθεῖσιν αὐτῷ ἐνεδυνάμωσε· τότε μὲν πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συμπολιτευόμενος,
τότε δὲ καὶ μετὰ τὴν ἀνάληψιν δι’ ἡμερῶν μ′ ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· διὸ καὶ παρήγγελλεν αὐτοῖς ἀπὸ Ἰεροσολύμων μὴ χωρίζεσθαι.Act. 1, 3.
Ταύτης δὲ τῆς ἑβδομάδος ἐν τῷ ἡμίσει δι’ ἣν πέπονθεν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν καὶ τὰ ἀκόλουθα τῆς θείας ἐπληρώθη προρρήσεως, ἀμφὶ γοὖν τὰ τρία ἥμισυ ἔτη κηρύξας, καὶ ἀπὸ τῆς τῶν εὐαγγελίων παρίσταται γραφῆς· διὸ εἴρηται,
καὶ εν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή·
καὶ σαφές γε ὅπως ἅμα τῷ πάθει δυνάμει ἤρθη ἐξ αὐτῶν θυσία καὶ σπονδή· ὅτε κατὰ μὲν τὴν τῶν εὐαγγελίων γραφὴν
τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κατω·Matth. 27, 51.
κατὰ δὲ τὴν τοῦ Ἰωσήπου ἱστορίαν,

Ἐν αὐτῇ τῇ πεντηκοστῇ νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας, μεταβαίνομεν(ωμεν) ἐντεῦθεν.Joseph. B. G. J. 6, 5, 3.

Ταῦτα δὲ κατὰ λέξιν καὶ ἕτερα τούτοις παραπλήσια ταῖς ἱστορίαις παραδοὺς ὁ Ἰώσηπος συμβάλοιτ’ ἂν ἡμῖν εἰς ἀπόδειξιν τοῦ δυνάμει λελύσθαι τε καὶ καθῃρῆσθαι μετὰ τὸ σωτήριον πάθος τὰ τῆς τοῦ λαοῦ σωματικῆς λατρείας. Οἶδα δὲ καὶ ἄλλην εἰς τὴν ἑβδομάδα τὴν

δυναμώσασαν διαθήκην πολλοῖς
ἀποδοθεῖσαν ἑρμηνείαν· ταύτην γὰρ εἰς τὴν ἐν δεκάσιν. ἑβδομάδα μεταλαβὼν ὁ λόγος παρίστη τὸν σύμπαντα τῶν ἀποστόλων χρόνον εἰς ἐβδομηκονταετίαν συντείνειν, ἐν ᾗ τὸ κήρυγμα τῆς καινῆς διαθήκης οὐκέτι ἐνὶ, ἀλλὰ πολλοῖς ἔθνεσι κηρυχθὲν εἰς πᾶσαν ἐνεδυναμώθη τὴν οἰκουμένην· καὶ γὰρ οὖν ἐκ τῶν ἱστοριῶν δείκνυται Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς μετὰ τὴν ἀνάληψιν αὐτοῦ ἔτεσιν ἐπιβιοὺς ο′, μέχρι γὰρ τῆς Τραϊανοῦ λόγος ἔχει παραμεῖναι αὐτὸν βασιλείας, κατά τε ταύτην τὴν διήγησιν πρόδηλον ὅπως ἐν τῷ ἡμίσει ταύτης τῆς ἐν δεκάσιν ἑβδομάδος ἤρθη θυσία καὶ σπονδὴ, καὶ τὸ λεγόμενον
βδέλυγμα τῆς ἐρημώσεως
ἔστη ἐν τόπῳ ἁγίῳ. Τὰ γοὖν ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ἐπὶ τὴν ὑστάτην κατὰ Οὐεσπασιανὸν πολιορκίαν εἰς ἔτη πέντε καὶ τριάκοντα συντείνει· ἅπερ ἂν γένοιτο τῆς ἀποδοθείσης ἑβδομάδος τὸ ἥμισυ·
ὅτε καὶ παντελῆ τὴν διὰ πυρὸς φθορὰν καὶ κατασκαφὴν τοῦ πάλαι ἱεροῦ καὶ ἁγίου νεῶ πεπονθότος ἐπισφράγισμα εἴληφεν· καὶ τὸ,
ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων·
ὅπερ
βδέλυγμα ἐρημώσεως
μέχρι συντελείας βίου παραμεῖναι δηλοῖ τὸ λόγιον, φάσκον,
καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.
Ἀλλὰ ταῦτα μὲν ἐπιτεμόμενοι τὴν διήγησιν παρατεθείμεθα· ὥρα δὲ ἤδη μετελθεῖν καὶ ἐπὶ τὸν Ἡσαΐαν· ὃς μόνος ἀπὸ πασῆς τῆς παλαιᾶς ἡμῖν περιλέλειπται γραφῆς.