Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Τὰς ἀπὸ τῶν Ἡσαΐου Προφητικὰς Ἐκλογὰς μόνας ἡμῖν λειπούσας ἀπανθίσασθαι πειρώμενοι, πρὸς τοὺς ἀπίστως περὶ τὰς προφητείας διακειμένους ὀλίγα προδιαληψόμεθα εἰς παράστασιν τῆς τῶν προφητῶν ἀληθείας. Καὶ δὴ πρῶτον καλῶς καὶ τοῖς πρὸ ἡμῶν τετηρημένον παραθήσομαι λογισμόν. Εὖ γοὖν εἰρηκέναι μοι δοκοῦσιν, ὡς ἄρα τοῖς ὑπὸ τὸν Μωσέως νόμον αὐτὸς ὁ νόμος διαμαρτύρεται, ὅτι δὴ τὰ ἔθνη ὧν μεταξὺ πολιτεύσονται

κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ,Deut. 18, 14.
φησὶν,
οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου·
καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων,
προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου.
Ἄρ’ οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα. ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ’ αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ
θεῖον, διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς προφήτας, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖά τε καὶ χρηστήρια μετήεσαν; Ἀλλὰ γὰρ φαίνονται οὐ μόνον Μωσέα, ἀλλὰ καὶ πλείους μετ’ αὐτὸν ὡς Θεοῦ προφήτας προσιέμενοι, οὐκ ἄλλως δῆλον ὅτι ἢ τῷ πείραν τῆς ἐν αὐτοῖς θειότητος εἰληφέναι· οἵδε γὰρ αὐτοῖς οὐ μόνον περὶ τῶν μακροῖς ὕστερον χρόνοις μελλόντων ἔσεσθαι προυθέσπιζον, ἀλλὰ καὶ περί τινων προχείρων καὶ βιωτικῶν προύλεγον· οἷον περὶ ὄνων ἀπολωλυιῶν, καὶ περὶ νοσούντων ἐπισφαλῶς εἰ βιώσονται ἢ μὴ, καὶ περὶ μελλούσης ἔσεσθαι τῷ λαῷ εὐθηνίας, καὶ περὶ ἄλλων μυρίων, ἃ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἐμφέρεται· ἅπερ εἰ μὴ τοῦτον γεγόνει τὸν τρόπον, ἀποκρινέσθω τίς, τίνι δὴ ποτὲ οὖν λόγῳ προφήτας ἡγοῦντό τε καὶ ἀπεκάλουν, ἢ διὰ τί γραφῆς τοὺς λόγους αὐτὸν ἠξίουν; Τίς δ’ ἡ αἰτία, δι’ ἣν καὶ τοῖς μετέπειτα παισὶν ἑαυτῶν, ὡς ἂν δὴ θείας, αὐτῶν τὰς γραφὰς παρεδίδοσαν· μηδὲν γάρ τι θεῖον μὴ δὲ παράδοξον ἐν τοῖς ἀνδράσιν ἑορακότας εἰκῆ καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστιν ἀπιθανώτατον. Εἰ δ’ ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ
τάδε λέγει Κύριος
ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις
αὐτῶν φερομένην, μυρία τε ἄλλα δι’ αἰνιγμάτων καὶ παραβολῶν ἀπόρρητα φιλοσοφοῦντας, ἠθικήν τε καὶ δογματικὴν τῇ Ἑβραίων φωνῇ διδασκαλίαν τῷ λαῷ παραδιδόντας, καὶ πρὸς ἐπὶ τούτοις τὸν βίον τοῖς λόγοις αὐτῶν κατάλληλον ἐνδεικνυμένους, καὶ τοῖς πᾶσιν ἀκολακεύτως ὁμιλοῦντας, εἰς πρόσωπόν τε τοὺς ἀσεβεῖς διελέγχοντας, ὡς καὶ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν μέχρι θάνατον, ῥωμαλέῳ καὶ γεννικῷ παραστήματι τῷ ἀληθεῖ λόγῳ παρισταμένους. Ταῦτά τις εἰς νοῦν εὐγνωμόνως θέμενος, πῶς οὐκ ἂν ὁμολογήσειεν κατὰ θείαν ὡς ἀληθῶς ἐπίπνοιαν ταῦτα πάντα περὶ αὐτοὺς γεγονέναι; Διὸ καὶ τότε θαυμάζεσθαι αὐτοὺς εἰκὸς ἦν παρὰ τοῖς ἔμφροσιν, καὶ τοὺς λόγους αὐτῶν ἀναγράπτους παρὰ τοῖς ἱερογραμματεῦσι φυλάττεσθαι, εἰς ἔτι τε νῦν παρ’ ὅλῳ τῷ ἔθνει προφήτας γεγονέναι τοῦ Θεοῦ πιστεύεσθαι· ὃ καὶ ἐναργέστατα μάλιστα παρίστησιν ἡ ἡμετέρα περὶ τοῦ Χριστοῦ διάληψις, καθ’ ἣν ἀποδείκνυμεν πᾶσαν τὴν κατ’ αὐτὸν οἰκονομίαν γεγενημένην, τά τε περὶ τῆς διδασκαλίας αὐτοῦ, καὶ τῆς ἐξ ἀπάντων ἐθνῶν γενομένῃς δι’ αὐτοῦ κλήσεως ἀκριβῶς προεγνῶσθαί τε καὶ πρὸ μυρίων ὅσων ἐτῶν τοῖς θεσπεσίοις ἐκείνοις ἀνδράσι προειρῆσθαι· ὧν τὰς ἱερὰς βίβλους Ἰουδαῖοι μᾶλλον ἂν ἡμῶν εἶεν ἀξιοπιστότεροι μετὰ πάσης σεβασμίου τιμῆς περιέποντές τε καὶ προφέροντες. Τούτων ἡμῖν χρησίμως προδιαληφθέντων ἐπὶ τὴν ὑπόθεσιν ὁδευτέον.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.Es. 2, 1.
Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος·
ἐκ γὰρ Σιὼν,
φησὶν,
ἐξελεύσεται νόμος,
ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει(ξει) πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύῃ τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν
οὐκ οἶδ’ εἴ τίς ἐστιν πρὸς ταῦτα λόγος· ἡμῖν γε μὴν ὑγιῶς εἰς Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκόσι ῥᾳδίως ἔνεστιν πᾶσαν ἐξομαλίσαι τὴν προφητείαν, θείαν τε ὡς ἀληθῶς καὶ παράδοξον αὐτὴν ἐπιδεικνύναι, τῷ καὶ τέλος ἐσχηκέναι τὰ προφητευθέντα πιστεύειν, καὶ μὴ τῆς ἀληθείας ἐκπίπτειν, εἰς ἀτερματίστους ὑπερτιθεμένους χρόνους τῶν προφητειῶν τὰ ἀποτελέσματα. Φαμὲν γὰρ δὴ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ καὶ σωματικῶς ἐκ Σιὼν ἐξεληλυθέναι, κἀκεῖθεν πᾶσιν ἀνακεκηρύχθαι τοῖς ἔθνεσι, τὸν νόμον τῆς καινῆς διαθήκης, τὸν κατὰ τὸ εὐαγγέλιον, ὅτε καὶ αὐτὸς ὁ σωτήριος Λόγος, Λόγος τοῦ Κυρίου χρηματίζων, ἐκ τῆς Ἱερουσαλὴμ προελθὼν, ἔνθα διατρίβων ἐδίδασκεν, κατὰ τὸ,
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος·
ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν·Act. 10, 45.
ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας. Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ·’ ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν (sic) ἀποπληροῦσθαι· πλὴν ἀπὸ τῶν εἰρημένων δύναταί πως εἶναι σαφῆ καὶ τὰ κατὰ τὴν ἀρχὴν τῆς ἐν χερσὶ περικοπῆς,
ἐν
γὰρ
ταῖς ἐσχάταις ἡμέραις,
δῆλον δ’ ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς
γεγένηται τὸ
ὄρος
τὸ πνευματικὸν τοῦ
Θεοῦ
, τοῦτ’ ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳ[*](Eph. 2, 20.) τῶν ἀποστόλων καὶ προφητῶν, καὶ διὰ τοῦτο ἐπάνω εἶναι τῶν ὀρέων λεγομένη. Καὶ ταῦτά γε ἐμφανῆ γέγονε μετὰ τὴν ἀποβολὴν τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ μετὰ τὸ ἀρθῆναι ἀπ’ αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτε πέρας εἰλήφασιν αἱ ἀνωτέρω τῆς ἐκτεθείσης προφητείας φωναὶ, δι’ ὧν εἴρηται τὸ,
Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορπουμένη·Es. 1, 8.
καὶ ὅτε πεπλήρωται τὸ,
Ἀκούσατε λόγων Κύριοι, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος;
καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει,
τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ’ ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ’ ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων,
αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις·
δι’ ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ,
Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;
μεθ’ ἃ πάντα τελευτῶν
ὁ λόγος αὖθις τὴν ἀποβολὴν αὐτῶν προμηνύων φησίν·
Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.
Τοσαῦτα καὶ τηλικαῦτα κατ’ αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι’ ἧς εἴρηται τὸ,
Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου.Es. 2, 2.
Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ’ ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται,
ὄρος τοῦ Θεοῦ, ὄρος πῖον·Ps. 67, 15. 16.
καὶ τὸ,
ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ
. Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν· οἶκος δ’ ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ’ ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ’ αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ’ ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ’ ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ’ ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε ἀποδεδομένου. ὄρους καὶ τοῦ δεδηλωμένου οἴκου, ἡμεῖς οἱ ἐξ ἐθνῶν διὰ τῆς εἰς
Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ πίστεως προσεληλυθότες τῷ τῶν ὅλων Θεῷ, πάλαι μὲν ἀγνοοῦντες τὰ τηλικαῦτα, νυνὶ δὲ διὰ τὴν θείαν χάριν ἐπιγνόντες αὐτὰ, προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ ἅτε παιδευθέντες ὑπὸ τοῦ ἐξεληλυθότος ἢ καὶ καταβεβηκότος ἐκ τῆς ἐπουρανίου Ἱερουσαλὴμ Λόγου Θεοῦ, ὡς ὅτι
ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·Gal. 4, 26.
ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν,
δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.Es. 2, 3.
Τούτων δ’ ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι’ ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων,
ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου.Es. 65, 1.
Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. Δύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν ἁρμόττεσθαι, ὡς τότε μᾶλλον ἢ νῦν πληρωθησομένων τελείως τῶν προπεφητευμένων. Ἱστέον
δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ.

Ἰδοὺ δὴ, ὁ δεσπότης τῆς Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαίκται κυριεύσουσιν αὐτῶν,Es. 3, 1.
καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει Θεός·
Οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου, ὅτι ἀνεῖται Ἱερουσαλὴμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες. Δι’ ὅτι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν· οὐαὶ τῇ ψυχῇ αὐτῶν, δι’ ὅτι βεβούλευνται βουλὴν πονηρὰν, καθ’ ἑαυτῶν εἰπόντες, Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστίν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.
Καὶ ἡ λεγομένη Σολομῶντος Σοφία τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τοῦ δικαίου λελεγμένοις οὕτως ἔχει·
Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστὶν, καὶ ἐναντιοῦται τοῖς λόγοις ἡμῶν.Sap. 2, 12.
Ταῦτα δὲ ἐν ἐκείνοις σαφῶς ἐκ τῆς συμφράσεως ἐμφαίνεται περὶ τοῦ Χριστοῦ εἰρημένα· καὶ τὰ ἐνθάδε τοιγαροῦν περὶ τῶν ἐπιβουλευσάντων
αὐτῷ καὶ καθ’ ἑαυτῶν μᾶλλον, ἤ περ κατ’ αὐτοῦ πονηρὰν βουλὴν βουλευσαμένων προφητεύεται· δι’ ὃ καὶ καταλλήλως τὸν ταλανισμὸν ἑαυτοῖς ὁ λόγος ἐπάγει, διὰ τοῦ,
οὐαὶ τῇ ψυχῇ αὐτῶν·
ἀλλὰ καὶ τὴν κόλασιν τὴν περιμένουσαν αὐτοὺς προτίθησι λέγων,
τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται·
ὁποῖα γὰρ ἔσπειραν κατὰ τοῦ Χριστοῦ τοιαῦτα καὶ θεριοῦσιν ἐν τῷ τοῦ Θεοῦ κριτηρίῳ. Ἤδη δὲ καὶ κατὰ τὸν ἐνταῦθα βίον ὅρα εἰ μὴ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ ἐπιβουλὴν ἐπληρώθη εἰς αὐτοὺς ὁ προκείμενος τῆς προφητείας λόγος, ὁ φάσκων,
ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν
. Ἀληθῶς γὰρ ἀφῄρηται ἀπ’ αὐτῶν ἡ πάλαι πρότερον ἐμπολιτευομένη ἐν αὐτοῖς θεία καὶ οὐράνιος χάρις, καὶ οὐκέτ’ ἐστὶν εὑρεῖν ἐν αὐτοῖς οὔτε προφήτην, οὔτε στοχαστήν· ποῦ δὲ καὶ ὁ πολεμιστὴς αὐτῶν ἢ ὁ δικαστὴς, ὁ θαυμαστὸς σύμβουλος, ἢ ὁ συνετὸς ἀκροατής; Εἰ δὲ καὶ δοκοῦσιν ἄρτου τοῦ πνευματικοῦ μετέχειν ἐν τῷ τοῖς ἱεροῖς ἐντυγχάνειν τοῦ Θεοῦ λόγοις, ἀλλ’ ὅρα εἰ μὴ ἡ δύναμις καὶ ἡ ἰσχὺς ἡ ἐν τοῖς θείοις γράμμασιν ἐναποκειμένη ἐξ αὐτῶν ἀφῄρηται· σαφῶς δ’ ἐπὶ τούτοις καὶ ἡ Ἱερουσαλὴμ ἀνεῖται, καὶ τὰ λοιπὰ δὲ πάντα εἰς αὐτοὺς πεπλήρωται διὰ μίαν ἐκείνην τὴν κατὰ τοῦ Χριστοῦ ἁμαρτίαν·
οὐαὶ γὰρ
, φησὶν ὁ λόγος,
τῇ ψυχῇ αὐτῶν·
καὶ τοῦ ταλανισμοῦ τὴν αἰτίαν προστίθησιν λέγων,
διότι βεβούλευνται βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· δήσωμεν τὸν δικαίον, ὅτι δύσχρηστος ἡμῖν ἔστιν.

Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει τὸν λαὸν αὐτοῦ. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.Es. 3, 12.
Οὐκ ἔοικεν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναφέρεσθαι τὸ
νῦν καταστήσεται εἰς κρίσιν Κύριος·
καὶ μάλιστα τὸ,
αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ·
ἁρμόζοι δ’ ἂν περὶ τοῦ Θεοῦ Λόγου, Κυρίου καὶ αὐτοῦ χρηματίζοντος, ταῦτα προφητεύεσθαι· καὶ γὰρ οὖν αὐτὸς ὁ κηρυχθεὶς πᾶσι τοῖς ὑπὸ τὸν οὐρανὸν Θεοῦ Λόγος εἰς κρίσιν μετὰ πάντων καταστήσεται, μὴδ’ ἑνὶ τῶν ἀσεβῶν χώραν διδοὺς ἀπολογίας, ἅτε εἰς τὰς ἁπάντων ἀκοὰς διαδραμούσης αὐτοῦ τῆς διδασκαλίας· ἥξει δ’ εἰς κρίσιν Ἰησοῦς Χριστὸς μετὰ τῶν πρεσβυτέρων μάλιστα τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ, οἷα δὴ αὐτῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συσκευασαμένων· οἳ καὶ μακαρίζοντες τὸν ἀρχόμενον ὑπ’ αὐτῶν λαὸν ἐπλάνων αὐτὸν, λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τοὺς καλοὺς τοῦ Σωτῆρος ἡμῶν λόγους πονηροὺς ὑπάρχειν ἀποφαινόμενοι.

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω
οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δ’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν.Es. 7, 10.
Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ’ εἰ φάσκοιεν μὴ γεγράφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, ο′ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ’ ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ’ αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδα[ν] κατ’ αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ’ ἑτέρου[*](Deut. 22, 27.) δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ Δαυὶδ διὰ
τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου διδόσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι’ ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουήλ τυγχάνον·
ὃ ἔστι μεθ’ ἡμῶν ὁ Θεός·
ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς· ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ’ ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ’ ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ’ ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μἔμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ’ αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ
κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται.

Καὶ εἷπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον (χάρτου) καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην(ῆτιν), καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων.Es. 8, 1.
Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι’ οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ’ ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ[*](2 Paral. 24, 20.) καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται·
καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν,
καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφητικῆς
σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ’ ἢν εἴρητο,
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται·
ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ’ ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται·
ἐν γαστρὶ γὰρ,
φησὶν,
ἔλαβεν καὶ ἕτεκεν υἱόν.
Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ,
προσῆλθον πρὸς τὴν προφῆτιν
, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ,
Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοιLuc. 1, 35.
. Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ’ οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον·
κάλεσον γὰρ,
φησὶ,
τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν,
ἐγὼ νενίκηκα τὸν χόσμον·Io. 16, 33.
ἀφ’ ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ’ αὐτῶν ψυχὰς
κηρύξαι αἰχμαλώτοις ἄφεσινLuc. 4, 18.
, ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς
ἔθνη τὴν κληρονομίαν αὐτοῦ·Ps. 2, 8.
ἃ λέγοιτ’
ἂν εὐκόλως σκῦλα· καὶ
τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς
, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις
πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων·
ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ’ ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς(ὼς) πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ’ ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ’ ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ’ εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὁ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ,
ταχέως σκύλευσον, ὀξέως προνόμευσον·
τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλίκονδε
ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν Δαμασκοῦ, καὶ τὰ λεγόμενα
σκῦλα Σαμαρείας ἐναντίων(ον) βασιλέως Ἀσσυρίων,
καὶ ταῦτα πράττειν
πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα·
καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ’ αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν
δύναμιν Δαμασκοῦ,
καὶ ποῖα
σκῦλα Σαμαρείας,
ἢ ποίων
Ἀσσυρίων ἐναντίον,
μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους.

Ἰδοὺ, ἐγὼ καὶ τὰ παιδία, ἅ μοι δέδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Θεοῦ σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.Es. 8, 18.
Καὶ τὸ, Ἰδοὺ,
ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς
ἐκ προσώπου τοῦ Σωτῆρος περί τε τῶν ἀποστόλων καὶ τῶν μετὰ ταῦτα εἰς αὐτὸν πεπιστευκότων καλῶς ἐν τῇ πρὸς Ἑβραίους ἐξείληπται· ἐπιφέρεται γοὖν ἐνταῦθα τὸ,
καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν οἴκῳ Ἰσραήλ·Heb. 2, 13.
καὶ σαφὲς ὅπως κατὰ τὸν καιρὸν τῆς τοῦ Σωτῆρος παρουσίας σημεῖα καὶ τέρατα εἰ(έν) τῷ οἴκῳ Ἰσραὴλ, οἷα οὐδεπώποτε ἀπετελέσθη.

Καὶ θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι. Ὅτι παιδίον ἐγενήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ
ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγεία αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.Es. 9, 5.
Οἶμαι δὴ τὸ λεγόμενον ἐνθάδε παιδίον οὐκ ἄλλο εἶναι τοῦ ἐκ τῆς παρθένου τεχθήσεσθαι ἀνωτέρω προπεφητευμένου, ὃ καὶ μικρῷ πρότερον ἡ προφῆτις ἀποτεκεῖν ἐλέγετο· ἀλλὰ τὸ μὲν ἀνωτέρω ὄνομα αὐτοῦ Ἐμμανουὴλ ἦν, τὸ δὲ μετὰ ταῦτα,
ταχέως σκύλευσον, ὀξέως προνόμευσον.
Ἐνταῦθα δὲ ὁ αὐτὸς οὗτος κατὰ μὲν τὴν ※ τῶν ο´ ἑρμηνείαν,
μεγάλης βουλῆς ἄγγελος
χρηματίζει· ※ κατὰ δὲ τὸν Ἀκύλαν καὶ αὐτὸ τὸ Ἑβραϊκὸν τὸ ※ ὄνομα αὐτοῦ ἐστὶν
θαυμαστὸς σύμβουλος, ἰσχυρὸς ※ δυνατὸς πατὴρ, ἔτι ἄρχων εἰρήνης·
καὶ κατὰ τὸν ※ Σύμμαχον δὲ,
κληθήσεται τὸ ὄνομα τοῦ παιδίου παρα δοξασμὸς βουλευτικὸς ἰσχυρὸς δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης.
Ἀπαιτητέον τοίνυν τοὺς ἐκ περιτομῆς ποῖον ἂν ἔχοι(εν) παιδίον ᾧ τὰ τηλικαῦτα ἐφαρμόσαιεν παριστάναι· καθ’ ἡμᾶς γὰρ ἐπίνοιαι εἰσὶν αὗται τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, εἰς ὃν οἱ μὴ πιστεύσαντες θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ ὅτι τὴν ἑαυτῶν ἀποβολὴν ἰδεῖν καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν, ἣν ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσειν εἴρηται· ᾧ παραθήσεις τὸ παρὰ Μωσεῖ οὕτω πῶς λελεγμένον·
αὐτοὶ παρεζήλωσάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει
ἀσυνέτῳ παροργιῶ αὐτούς.Deut. 32, 21.
Ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ, οὐδὲ μὴν τοῦ καθ’ ἡμᾶς τυγχάνει σκοποῦ, ἑκάστην λέξιν διασαφῆσαι τῆς προφητείας παραστήσεται·(sic) ὅπως εἴρηται τὸ,
ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν·
ᾧ καὶ εἰκὸς ἂν εἴη προσκόψαι τοὺς ἐκ περιτομῆς, διὰ τὸ μὴ σωματικῶς ἐπὶ τὸν θρόνον καὶ τὴν βασιλείαν τοῦ Δαυὶδ κεκαθικέναι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· δι’ ὅπερ ἀναπέμψαντες τοὺς φιλομαθεῖς ἐπὶ τὰ εἰς τοὺς τόπους ὑπομνήματα, ἡμεῖς τὸ προτεθὲν διαπερανούμεθα.

Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον
καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.Es. 10, 33.
Οὐδ’ αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ’ ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην [ἐν ταῖς] ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ’ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει·. οἱ καὶ μεταθέμενοι
καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἰερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον·
ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα
τῆς κέδρου.Ezech. 17, 3.
Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων·
Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς.Ezech. 17, 12.
Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ’ ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος·
πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει·Gal. 2, 6.
ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι
καρδίας καὶ νεφροὺς,Apoc. 2, 23.
καὶ
διϊενούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.Heb. 4, 12.
Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ’ οὖν ὡς οὐδ’ ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται,
συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ,
οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία,Gen. 49, 10.
οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ
τῶν ἐθνῶν
. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς,
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.Ps. 109, 1.

Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται μετ’ (sic) αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.Es. 16, 5.
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ’ ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν.

Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποιήτα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.Es. 19, 1.
Περὶ τὴς ἀγενήτου τοῦ τῶν ὅλων Θεοῦ φύσεως ἐκλαμβάνειν τὰ προκείμενα, ὡς δὴ μελλοντος αὐτοῦ νεφέλῃ τινὶ ὀχεῖσθαι, καὶ τῇ σωματικῇ παρεπιδημεῖν
Αἰγύπτῳ, οὔτε πιθανὸν οὔθ’ ὅσιον ὑπάρχειν ἡγοῦμαι· δι’ ὅπερ ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἐκδεκτέον τὴν προφητείαν, καὶ αὐτὴν ἐναργῶς ἤδη κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν πεπερασμένην, καθ’ ἢν ἐπὶ νεφέλης κούφης, τῆς ἐκ Πνεύματος ἁγίου συστάσης αὐτῷ σαρκὸς, εἰς τὸν βίον τοῦτον, Αἴγυπτον τροπικῶς ὀνομαζόμενον, παρελήλυθε, καὶ εἰς αὐτὴν δὲ σωματικῶς τὴν Αἴγυπτον, εἰς ἣν ἔτι παῖς ὢν πρὸς τῆς μητρὸς καὶ τοῦ Ἰωσὴφ διεκομίσθη· τηνικαῦτα δὲ κατά τινας ἀπορρήτους λόγους ἐσείσθησαν καὶ ἐκινήθησαν ὑποταραχθέντες αὐτοῦ τῇ παρου σίᾳ οἱ ἐν τοῖς πανταχόσε χειροποιητοῖς ξοάνοις ἐνοικοῦντές τε καὶ ἐνεργοῦντες τὸ πρότερον δαίμονες· ὅπερ δηλοῦται διὰ τῆς λεγούσης προφητείας,
καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου.
Ταῦτα δὲ καὶ κατὰ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἀπ’ οὐρανῶν βασιλείαν πληρωθήσεται, καθ’ ἣν καὶ αὐτὴν σεισθήσεσθαι εἰκὸς ἂν εἴη· καὶ τότε μᾶλλον κλονηθήσεσθαι τὰ ἀποδεδομένα χειροποιητὰ Αἰγύπτου, ὧν καὶ τὴν καρδίαν ἡττηθήσεσθαι φασὶν, ἐν αὐτοῖς τοῦ θείου Λόγου καθυποτάξαντος ἑαυτῷ καὶ ταπεινώσοντος τότε πᾶν ὕψωμα τὸ νῦν ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· τὰ δ’ ἑξῆς τῆς προφητείας ἅπαντα διὰ μόνης ἀποδοθήσεται τροπολογίας.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κύριος ἐν χώρᾳ
Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτοὺς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς· καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ποιήσουσιν θυσίας καὶ δῶρον· καὶ εὔξονται εὐχὰς τῷ Θεῷ.Es. 19, 19.
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀποσταλεὶς ὑπὸ Κυρίου ἄνθρωπος, καὶ σώσας τοὺς Αἰγυπτίους διὰ τοῦ κρίνειν, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ,
ὁ μόρφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.Phil. 2, 8.
Αἰγύπτου δὲ τροπικῶς νοουμένου τοῦ τῶν ἀνθρώπων βίου, εἶεν ἂν οἱ δεισιδαίμονες καὶ τοῖς ὑλικοῖς προπεπονθότες Αἰγύπτιοι, οὓς ὁ τῶν ὅλων Θεὸς κατελεήσας θλιβομένους ὑπὸ τῶν κατατυραννούντων αὐτοὺς δαιμόνων, ἀποστείλας τὸν προειρημένον ἄνθρωπον, ὃς ἔσωσεν σωτηρίαν Θεῷ πρέπουσαν, ὥστε τοὺς πάλαι κατὰ τὸν νόμον εἰργομένους τῆς ἐκκλησίας Κυρίου διὰ τῆς γενομένης αὐτοῖς ἐπιφανίας ἐπιγνῶναι τὸν Κύριον, αὐτοῦ τοῦ Κυρίου γνωστὸν αὐτὸν αὐτοῖς ἐμποιοῦντος· σαφὲς δ’ ὅπως ἐν τῇ δηλωθείσῃ τῇ τῶν Αἰγυπτίων χώρᾳ συνέστη τῷ Κυρίῳ θυσιαστήριον ἀπὸ τῶν ἐν παντὶ τόπῳ εἰς εὐχὰς καὶ Θεοῦ θρησκείαν ἐπιτελουμένων ἀθροισμάτων. Εἴποι δ’ ἄν τις ἐπιβαίνων τῇ λέξει εἰς τὸ,
καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων,
εἰ δὴ τὸ θυσιαστήριον τόπος τίς ἐστιν θυμάτων, ἐπὶ λόγῳ Θεοῦ ζῴων ἀλόγων σφαγιαζομένων, δικαιότατα ἂν μεῖζον καὶ ἀληθέστερον διὰ Χριστοῦ γεγονέναι τῷ Θεῷ θυσιαστήριον ἐν ὅλῳ τε τῷ περιγείῳ τόπῳ, Αἰγύπτῳ τροπικῶς χρηματίζοντι, διὰ τοὺς πανταχόσε μάρτυρας θύματα καὶ οἱονεὶ
σφάγια ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀναφερομένων τῷ Θεῷ καὶ ἐν αὐτῇ δὲ τῇ σωματικῇ τῶν Αἰγυπτίων χώρᾳ, ἔνθα τοσοῦτοι καὶ τηλικοῦτοι μάρτυρες ἐδόξασαν τὸν Θεὸν τῷ ἰδίῳ αὐτῶν αἵματι· ἀλλ’ εἰ δυσπειθῶς ἔχοιεν πρὸς τὰ ἀποδεδομένα οἱ ἐκ περιτομῆς, λεγέτωσαν αὐτοὶ πότε καὶ ποῦ καὶ πρὸς τίνος θυσιαστήριον κατέστη τῷ Κυρίῳ ἐν Αἰγύπτῳ, τίς δὲ ὁ ἄνθρωπος ὁ σώσας τοὺς Αἰγυπτίους, τίνα τε τρόπον καὶ πότε γνωστὸς ἐγένετο Κύριος τοῖς Αἰγυπτίοις, ὥστε αὐτοὺς ἀποστάντας τῆς προτέρας πλάνης τὴν περὶ αὐτοῦ γνῶσιν ἀναλαβεῖν· τοιοῦτον γάρ ἐστι τὸ ἐπιγνῶναι Κύριον. Καὶ ὅλα δὲ τὰ ἑξῆς τῆς προφητείας βαθυτέρας ἤρτηται διανοίας, ἣν οὐχ ὁ παρὼν ἀναπτύσσειν καιρός.

Κύριε, ἐν θλίψει ἐμνήσθην σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν· καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.Es. 26, 16.
Ἐπιγραφή τις ἐν Ψαλμοῖς
ὑπὲρ τοῦ ἀγαπητοῦPs. 44.
φέρεται· καὶ πάλιν εἴρηται,
ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ·Ps. 67, 12.
δείκνυται δ’ ἐν τοῖς τό ποις οὐκ ἄλλος ὢν τοῦ Χριστοῦ λεγόμενος ἀγαπητὸς τοῦ Θεοῦ. Τούτου χάριν ἐπεσημηνάμεθα καὶ τὸν ἐν χερσὶν ἀγαπητόν· αὐτὸν ἐκεῖνον ὑπολαμβάνοντες εἶναι, ὃν καὶ ἐξ οὐρανοῦ φωνὴ σαφῶς ἀνεκήρυξε φήσασα,
Οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.Matth. 3, 17.

Ἀκούσατε λόγων Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἱερουσαλήμ· Ὅτι εἴπατε, Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Ἅιδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα· διὰ τοῦτο οὕτως λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ· καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.Es. 28, 14.
Καὶ πῶς οὐκ ἀληθῶς ἠλίθιος καὶ κομιδῇ καταγέλαστος ἡ τῶν σωματικῶς καραδοκούντων λίθον τινὰ τούτων δὴ τῶν πολυτελῶν καὶ πολυτίμων εἶναι νομιζομένων εἰς τὰ θεμέλια τῆς σωματικῆς Σιὼν ἐμβληθήσεσθαι πρὸς αὐτοῦ τοῦ Κυρίου ὑπόληψις, ἐφ’ ὃν λίθον ὁ πιστεύσας οὐδαμῶς καταισχυνθήσεσθαι προφητεύεται· τὰς μωρὰς τοιγαροῦν καὶ Ἰουδαϊκὰς διηγήσεις, τούς τε
γραώδεις1 Tim, 4, 7.
οὓς ὠνόμασεν ὁ ἀπόστολος μύθους ἀποσεισάμενοι, Θεοῦ ἀξίως τὰς θεοπνεύστους παραδεχώμεθα προφητείας· φησὶν οὖν
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον·
Διὰ ποῖον δὲ τοῦτο, ἢ διὰ τὸ τοὺς ἄρχοντας τοῦ προτέρου λαοῦ πεποιηκέναι συνθήκας μετὰ τοῦ θανάτου, καὶ διὰ τὸ καταλεῖψαι μὲν αὐτοὺς τὴν τοῦ Θεοῦ διαθήκην, ἀντὶ δὲ ταύτης διαθήκην πρὸς τὸν Αἵδην πεποιηκέναι, ὑπολαμβάνειν δὲ διὰ ταῦτα μηδὲν κακὸν ἑαυτοὺς πείσεσθαι· ἀλλὰ καὶ διὰ τοῦτο τεθεικέναι
μὲν ἐπὶ ψεῦδος τὴν ἐλπίδα αὐτῶν καὶ οἴεσθαι τῷ ψεύδει σκεπασθήσεσθαι· διὰ γάρ τοι ταῦτα, ὡς ἂν ἀποπεπτωκότων ἐκείνων ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, τὸν πολυτίμητον λίθον τοῖς πιστεύουσιν ἐπάγγελλεται θήσειν. Πρὸς ἐκείνους δὲ τοὺς εἰρηκότας,
ἐποιήσαμεν διαθήκην μετὰ τοῦ Αἵδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ οὐ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς, ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα, ὑποκαταβὰς ὁ λόγος φησὶν, οἱ πεποιθότες μάτην ψευδεῖ οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγὶς, μὴ καὶ ἀφελῆ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν Αἵδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ ἔσεσθε αὐτῇ εἰς καταπάτημα·
ἃ καὶ πρόδηλον ὅπως ἐπὶ τῇ παρουσίᾳ τοῦ Σωτῆρος ἡμῶν εἰς ἐκεῖνον πεπλήρωται τὸν λαόν. Ἀκολούθως ἄρα ἡμεῖς οὐκ ἄλλον ἡγούμεθα εἶναι τὸν δηλούμενον ἐνταῦθα λίθον ἐκλεκτὸν θαυμαστὸν τινὰ ὄντα καὶ παράδοξον, ὡς τοὺς πιστεύσαντας εἰς αὐτὸν μὴ καταισχυνθήσεσθαι τοῦ ἱεροῦ τοῦ Θεοῦ Λόγου, ἐφ’ ὃν ὡς ἐπὶ θεμέλιον ἑδραῖον ἡ πνευματικὴ καὶ ἐπουράνιος Σιὼν ᾠκοδόμηται, οὐκ ἄλλη τις οὖσα τῆς τοῦ Θεοῦ ἐκκλησίας·
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός·1 Cor. 3, 11.
περὶ τούτου δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται,
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,Ps. 117, 22.
καὶ
ἀκρογωνιαῖος
ὠνόμασται· τοῦτον δὲ καὶ Δανιὴλ τὸν λίθον ἑρμηνεύει ἐπὶ τὴν τοῦ Χριστοῦ βασιλείαν, ἔνθα λέγει,
καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξεν ἢ καὶ ἐπλήρωσε πᾶσαν τὴν
γῆν.Dan. 2, 35.
Οἱ μὲν οὖν οἰκοδομοῦντες τὴν κατὰ τὸ γράμμα τοῦ νόμου οἰκοδομὴν, τοῦτον ἀπεδοκίμασαν τὸν λίθον· αὐτὸς δὲ οὐδὲν ἧττον ὑπ’ ἐκείνων ἀποδοκιμασθεὶς, κεφαλὴ γωνίας τῆς τῶν ἐξ ἐθνῶν ἐκκλησίας ἀναδέδεικται κατὰ τὸ εἰρημένον ποῦ,
καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.Ps. 17, 43.
Ἐπὶ τοῦτον τοιγαροῦν τὸν λίθον ὁ πιστεύων οὐ καταισχυνθήσεται, ἐπαληθευούσης καὶ ταύτης τῆς περὶ αὐτοῦ προφητείας.

Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ πολλοῦ χρόνου, καιόμενος θυμὸς, μετὰ δόξης τὸ λόγιον· τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.Es. 30, 27.
Καὶ τί ἂν εἴη τὸ λεγόμενον ὄνομα Κυρίου ἢ ὁ Θεὸς Λόγος, δι’ οὗ τὰ σύμπαντα γεγένηται; Τὰ περὶ τῆς δευτέρας τοίνυν καὶ ἐνδόξου αὐτοῦ παρουσίας νομίζω καὶ ταύτην αἰνίττεσθαι τὴν προφητείαν.

Τάδε λέγει Κύριος· Μακάριος, ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ· ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.Es. 31, 9.
Ὁ Χριστὸς τοῦ Θεοῦ ὁ εἰπὼν,
ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ,
καὶ διὰ τούτων δηλοῦται· εἶεν δ’ ἂν οἱ ὑπ’ αὐτὸν ἄρχοντες, ἤτοι ἀπόστολοι, καὶ οἱ μετὰ Θεοῦ κρίσεως τῶν ἐκκλησιῶν ἄρχοντες ἢ ἄγγελοι θεῖοι, τῆς τῶν ἀνθρώπων ἔφοροι σωτηρίας· διὰ τοῦτον δὲ τὸν βασιλεύοντα τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ,
μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ·
ἃ καὶ ἀξίως τοῦ ἀποστολικοῦ πνεύματος ἐκλη[μ]πτέον , διδάσκοντος ἡμᾶς τὰ περὶ τῆς ἄνω Ἱερουσαλὴμ, καὶ τοῦ Σιὼν ἐπουρανίου ὄρους.

Εὐφράθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται ἔρημα τοῦ Ἰορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου· καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὑδάτων ἔσται.Es. 35, 1.
Ἐπὶ τῇ τοῦ Θεοῦ παρουσίᾳ τὰς παραδόξους ἰάσεις ἔσεσθαι προαγορεύει. Σαφῶς οὖν καὶ ἐνθάδε τῇ τοῦ Θεοῦ προσηγορίᾳ ὁ Χριστὸς τοῦ Θεοῦ τετίμηται· οὗ ἐπὶ τῇ παρουσίᾳ καὶ σωματικῶς μὲν αἱ προειρημέναι θεραπεῖαι ἐπὶ τῶν πασχόντων ἀπετελέσθησαν, θαυμασιώτερον δ’ ἔτι καὶ νῦν ἐνεργοῦνται διὰ τῆς εἰς αὐτὸν πίστεως, παντὸς ἁπαξάπλως τοῦ τῶν ἀνθρώπων γένους τῶν κατὰ ψυχὴν παθῶν ἀπαλλαττομένου. Ἐρράγη δὲ ἐν τῇ ἐρήμῳ ὕδωρ ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ καὶ φάραγξ ἐν γῇ διψώσῃ, τοῦ ποτίμου καὶ ζωτικοῦ λόγου ἀναβλύσαντος ἐν τῇ πάλαι ἐρήμῳ καὶ
διψώσῃ γῇ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐν ᾗ πρότερον οὔσῃ ἀνύδρῳ καὶ διψαλέᾳ ἀθρόως πηγὴ τοῦ τῶν Ἰησοῦ λόγων
ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιονIo. 4, 14.
ἀνώμβρησεν· ὑφ’ ἧς πηγῆς ποτιζομένη ἀνθήσειν ὡς κρίνον λέγεται ἡ ποτὲ ἔρημος, εὐφραίνεσθαί τε καὶ ἀγαλλιᾶν προστάττεται· καὶ ἡ αἰτία δὲ τῆς εὐφροσύνης καὶ τῆς ἀγαλλιάσεως ἐπιλέγεται, ἐπείπερ φησὶν
ἐδόθη αὐτῇ ἡ δόξα τοῦ Λιβάνου,
τοῦτ’ ἔστι τῆς Ἱερουσαλήμ· περὶ ἧς ἐν ταῖς ἀνωτέραις προφητείαις ἐλέγετο, ὡς ὅτι
καὶ ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται·
οὗ πεσόντος ἡ πρότερον ὑπάρχουσα ἐν αὐτῷ δόξα τῇ νῦν εὐαγγελιζομένῃ ἐρήμῳ, τοῦτ’ ἔστιν τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἐδόθη σὺν τῇ τιμῇ τῇ προτέρᾳ τοῦ λεγομένου Καρμήλου, δῆλον δ’ ὅτι τοῦ προτέρου λαοῦ. Ταῦτα δὲ σαφῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν ἔργοις τέλος εἴληφεν ἀκολούθως τῇ τε μετὰ χεῖρας προφητείᾳ, καὶ τῇ φασκούσῃ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν φωνῇ, ὡς ἄρα
ἀρθήσεται ἡ βασιλεία τῷ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν.Es. 40, 3.
Ὁ τοῦ Σωτῆρος ἡμῶν πρόδρομος Ἰωάννης τοῖς ἐπερωτῶσιν αὐτὸν ὅστις εἴη, φησίν,
ἐγὼ φωνὴ βοῶντος ἐν
τῇ ἐρήμῳ, καὶ τὰ ἑξῆς.
Τούτου δὴ οὖν χάριν ἐξεθέμεθα τὸ κεφάλαιον ἐν τοῖς περὶ Χριστοῦ μαρτυρίοις, σύμβολον εἶναι νομίζοντες Ἰωάννην τοῦ ἀποστολικοῦ κηρύγματος· τοιαύτη γάρ τοι ἐστιν ἡ ἐν τῇ ἐρήμῳ βοῶσα φωνὴ, ἄσημός τις οὖσα, καὶ ἀδιάρθρωτος τοῖς ἄρτι στοιχειουμένοις· ἐν τῇ πάλαι δὲ ἐρήμῳ, τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, ἡ τοιαύτη γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται τὴν ὁδὸν Κυρίου, καὶ τὰ ἑξῆς· ἅπερ ἐπὶ σχολῆς ᾧ μέλει τῆς τούτων γνώσεως ἐρευνήσας εἴσεται.

Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ Θεὸς ὑμῶν, Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται· καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ· καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.Es. 40, 9.
Καὶ ταῦτα νομίζομεν περὶ τῆς τοῦ Λόγου τοῦ Θεοῦ παρουσίας λέγεσθαι, καὶ τάχα γε μᾶλλον περὶ τῆς δευτέρας, καθ’ ἢν οἷα δὴ δίκαιος κριτὴς ἥξειν προφητεύεται τὸν μισθὸν ἔχων τῶν κατ’ ἀξίαν ἑκάστῳ πεπραγμένων ἀπονεμητικόν· τὰ μέντοι γε λοιπὰ οὐκ ἔτι νῦν καιρὸς ἀπαιτεῖ διηγεῖσθαι· ὅθεν ἐφ’ ἑτέραν τραπησόμεθα περικοπήν.

Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῆς δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἑκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡσεὶ φρύγανα ἐξωσμένα τὰ τόξα ※ αὐτῶν· καὶ διώξεται αὐτούς· διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ· οὐχ ἥξει· τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι· εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξεπλάγησαν· ἤγγισαν, ἦλθον ἅμα κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι· καὶ ἐρεῖ, Ἴσχυσεν ἀνὴρ τέκτων· καὶ ἀνὴρ χαλκεὺς τύπτων σφύραν ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσεται.Es. 41, 2.
Δικαιοσύνη ἀπὸ ἀνατολῶν ἐξεγειρομένη τίς ἂν εἴη κατὰ περιγραφὴν οὐσίας, ἰδίαν ὑπόστασιν ἔχουσα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, περὶ οὗ φησὶν ὁ ἀπόστολος,
Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις;1 Cor. 1, 30.
Τοῦτον δὲ ἐκ τῶν πατρικῶν κόλπων, παντὸς νοητοῦ φωτὸς ἀνατολῶν ὑπαρχόντων, ἡ κατὰ τὴν ἐνανθρώπησιν ἐξήγειρεν οἰκονομία, ἢ καὶ αὐτὸς ὁ Πατὴρ, ὁ δοὺς αὐτὸν ἐναντίον τῶν ἐθνῶν· ἵν’ οἱ μὲν πρότεροι βασιλεῖς αὐτῶν ἀορατοις δυνάμεις οὖσαι πονηραὶ, ἐξιστῶσιν ἀπὸ τοῦ παραδόξου τῆς οἰκονομίας, ὁρῶσαι τὸν τηλικοῦτον υἱὸν τοῦ Θεοῦ μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος· καὶ ἵνα μετὰ τοιάνδε ἔκστασιν δοθῶσιν εἰς γῆν αἱ
ῥομφαῖαι αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν, πρὸς τὸ μὴ κατέχειν αὐτοὺς ὅπλα πολεμικὰ καὶ πεπυρωμένα βέλη, δι’ ὧν πρότερον κατεπολέμουν τὰς ὑποχειρίους αὐτοῖς ψυχάς. Μετὰ ταῦτα φησὶν,
καὶ διώξεται αὐτούς·
ἵν’ οὕτως κατὰ τὸ πάντων τέλος ἐκιωχθέντον αὐτῶν, διέλθῃ ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.
Τίς δὲ ἑνήργησε, φησὶν, καὶ ἐποίησε ταῦτα;
Προσυπακούομεν δὲ ὅτι ἡ χρηστότης καὶ φιλανθρωπία τοῦ τῶν ὅλων Θεοῦ τοῦ καλοῦντος αὐτὴν, δῆλον δ’ ὅτι τὴν δικαιοσύνην, οὐκ ἄλλην οὖσαν τῆς σοφίας αὐτοῦ, ἣν καὶ θεασάμενα ἐφοβήθη τὸν Θεὸν τὸν ἐν ἀφοβίᾳ Θεοῦ πρότερον τυγχάνοντα ἔθνη· ἃ καὶ ἐξ ἄκρων καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κληθέντα ἤγγισεν τῷ Θεῷ· οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς γενόμενοι[*](Eph. 2, 13.) τῆς βασιλείας τῶν οὐρανῶν· διὸ καὶ ἐξεπλάγησαν ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας, διδάσκοντές τε ἀλλήλους, καὶ ἀδελφὸς ἀδελφῷ βοηθῶν, τὴν προτέραν ἐξομολογοῦνται περὶ τὰ εἴδωλα πλάνην, αὐτὰ δὴ ταῦτα λέγοντες· τέκτων ἄρα ἦν καὶ χαλκεὺς, ὁ διὰ σφύρας καὶ ἥλων καὶ μηχανῆς ἀνθρωπίνης ἀνεγείρας καὶ ἐνισχύσας τοὺς πρότερον νομιζομένους ἡμῖν θεούς· οἱ δὲ οὐδὲν ἄρα ἦσαν ἢ ἄψυχα ξόανα, οὐδεμίαν ἐξ ἑαυτῶν κίνησιν ἐπιδεχόμενα, καὶ ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλημα. Ὅτι δὲ ταῦθ’ οὕτως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἀπετελέσθη παρουσίᾳ μᾶλλον τῶν λόγων ἡ δι’ ἔργων παρίστησιν μαρτυρία.