Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεύμα τοῖς πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.Es. 42, 1.
Ὅτι μὴ περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ προφητεύεται τὰ ἀπὸ τοῦ
Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου,
σαφὲς ἔσται τοῖς ἐθέλουσιν ἑκάστην λέξιν τῶν προκειμένων ἐξετάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὸ Ἑβραϊκὸν ἀκριβείας τοῦτο δῆλόν ἐστιν· οὔτ’ οὖν τὸ Ἰακὼβ ὄνομα, οὔτε τὸ Ἰσραὴλ ἐν αὐτῷ ἐμφέρεται, ὅθεν καὶ ὠβέλισται παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ο′, καθ’ ὅτι γε οὐκ ἄλλος τῶν δικαίων πλὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐδὲ μὴν αὐτὸς ὁ τοῦ Ἰσαὰκ ἢ Ἰακὼβ καὶ Ἰσραὴλ προσαγορευθεὶς τοιοῦτος τίς ἦν ὡς ἐφαρμόζεῖν
αὐτῷ δύνασθαι τὰ προκείμενα, οὐδένα οἶμαι ἀμφιβάλλειν· ἵνα γὰρ καὶ ἑτέροις ἁρμόσοι τίς τὸ,
ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν,
τί δ’ ἂν εἴποι εἰς τὸ
κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει,
καὶ εἰς τὰ ἑξῆς, καὶ μάλιστα τὸ,
καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν;
Πῶς δὲ κἂν πιθανὸν εἴη ἤτοι τῶν Ἰουδαίων λαῷ, ἢ καὶ αὐτῷ τῷ τοῦ Ἰσαὰκ Ἰακὠβ, ἢ καὶ ἑτέρῳ τινὶ τῶν δικαίων ἐφαρμόζειν τὸ,
ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καεθημένους ἐν σκότει;
Ἀλλὰ ταῦτα ἡμῖν ὡς πρὸς τοὺς ἐκ περιτομῆς ἐπηπορήσθω· σαφῶς γε μὴν ἡμᾶς τὸ εὐαγγέλιον ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδάσκει καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν, ὅτε
ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον κατ’ αὐτοῦ ἔλαβον ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·Matth. 12, 14.
τούτοις γὰρ ἐπιφέρεται ἐν τῷ εὐαγγελίῳ,
ἵνα πληρωθῇ τὸ ῥηθὲν δλὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα· ὁ ἀγαπητός μου, ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτὸν,
καὶ τὰ ἑξῆς, ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλεκται. Αὐτὸς δ’ ἂν οὖν εἴη ἂν ὁ καὶ Ἰακὼβ χρηματίσας, παῖς ὢν μονογενὴς τοῦ Θεοῦ· ὡς ἑτέρωθι λέλεκται,
Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι.Es. 49, 6.
Οὗτος δὴ τοίνυν παρὰ τοῦ Πατρὸς ἀκούσας μετὰ τῶν ἄλλων καὶ τὸ,
ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν,
κρίσιν ἐξήγαγε τοῖς ἔθνεσιν,
ὥστε κεκριμένῳ λογισμῷ κατὰ τὸ ἱερὸν εὐαγγέλιον αὐτὰ πολιτεύεσθαι· σαφὲς δ’ ὅπως ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὰ πιστεύσαντα εἰς αὐτὸν ἔθνη ἤλπικεν, καὶ ὅπως αὐτῷ εἰς φῶς ἐθνῶν ἀναδέ δεικται, ὥστε διὰ τοῦ φωτὸς τοῦ λόγου αὐτοῦ διανυγῆναι(οιγῆναι) τοὺς τῆς διανοίας ὀφθαλμοὺς τῶν πάλαι τούτοις πεπληρωμένων· ἀλλὰ καὶ ἐξήγαγεν ἐκ δεσμῶν τοὺς πρότερον σειραῖς τῶν ἰδίων ἁμαρτιῶν κατεσφιγμένους, ἐξ οἴκου τε τῆς τοῦ διαβόλου φυλακῆς τοὺς διὰ τὴν περὶ τὸν τῶν ὅλων Θεὸν ἄγνοιαν ἐν σκότει καθημένους. Πρόκειται δὲ τῷ φιλομαθεῖ ἑκάστην ἐξετάζειν τῆς προφητείας λέξιν, καὶ ἀναλόγως τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ τὰ ὑποπίπτοντα μεταφέρειν.

Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην.Es. 43, 10.
Καὶ τίς ἂν εἴη ὁ παῖς ὃν ἐξελέξατο Κύριος ὁ Θεὸς, ὃν καὶ ἑαυτῷ συνκαταλέγει μάρτυρα γενησόμενον τῶν αὐτῷ μαρτυρούντων, ἢ οὗτος περὶ οὗ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ ἐλέγετο,
Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ,
καὶ τὰ ἐξῆς; ἅ τινα σαφῶς ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἀπεδείκνυτο προπεφητευμένα.

Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα,
καὶ πάσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ δώρων, οὐδὲ μετὰ λύτρων, εἶπεν Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος Σαβαὼθ, Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονταει δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι χειροπέδαις, καὶ διαβήσονται πρός σε, καὶ προσκυνήσουσίν σε, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστιν Θεὸς πλήν σου· σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ.Es. 45, 12.
Χριστὸν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν τοῦ εἶναι αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τὸ ἅγιον αὐτοῦ βασιλεύοντα· καὶ ἐπὶ τοῦτό γε αὐτὸν ἤγειρεν, ἐπειδὴ
πᾶσαι αἱ ὁδοὶ αὐτοῦ,
φησὶν, γεγόνασιν
εὐθεῖαι, μηδὲν ἔχουσαι σκολιὸν μὴ δὲ στραγγαλιῶδες· ἁμαρτίανProv. 8, 8.
γάρ τοι
οὐκ ἐποίησεν, οὐδὲ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.Es. 53, 9.
Οὗτος δὲ καὶ τὴν πόλιν ᾠκοδόμησεν τοῦ Θεοῦ, τήν τε ἐπὶ γῆς ἁγίαν ἐκκλησίαν αὐτοῦ καὶ τὴν ἐπουράνιον Ἱερουσαλήμ· ἐπιστρέψας τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, τὴν γενομένην ποτὲ ὑπὸ τὸν νοητὸν Ναβουχοδονόσορ, καὶ τὰς ὑπ’ αὐτὸν δυνάμεις πονηράς· καὶ δὴ τὴν προειρημένην αἰχμαλωσίαν ὑπέστρεψεν, οὐ λύτρα δοὺς τοῖς αἰχμαλωτεύσασι, οὐδὲ μὴν δώροις αὐτοὺς πείσας, στρατεύσας δὲ κατ’ αὐτῶν καὶ δι’ ἀγῶνος αὐτοὺς χειρωσάμενος, ὥστε ἐπὶ τῷ κατορθώματι λαμπρυνάμενον φάναι,
Ἐγὼ νενίκηκα τὸν κόσμον.Io. 16, 53.
Μαρτυρεῖ
τούτοις τὰ πλήθη τῶν ἀπὸ τῆς προτέρας πλάνης ἐπὶ τὸ γινώσκειν τὸν ἀληθῆ Θεὸν δι’ αὐτοῦ παλινδρομησάντων, ἢ λεγέτωσαν οἱ ἐκ περιτομῆς ἐπὶ τίνα δ’ ἂν ἁρμόζοιεν τῆς μετὰ χεῖρας προφητείας σαφῶς Θεὸν ὁμολογούσης τὸν προφητευόμενον·
οἱ δὲ γὰρ,
φησὶ,
καὶ οἵδε σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθύσουσι καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐστὶν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ.Es. 45, 15.
Σαφῶς γάρ τοι ἐνταῦθα ᾧ λέγετο τὸ, ὅτι
ὁ Θεὸς ἐν σοί ἐστιν,
τούτῳ προσφωνῶν φησὶν· ὁ λόγος τὸ,
καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ· σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν·
ἃ καὶ ἐξακούεται ὡς ἂν ἐκ προσώπου λεγόμενα τῶν ἐπεγνωκότων ἐνανθρωπήσαντα τὸν Χριστὸν τοῦ Θεοῦ· ἐν ᾧ ἐτύγχανεν οἰκῶν Θεὸς ὁ Πατὴρ, κατὰ τὸ,
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·Io. 14, 11.
δι’ ὃ καὶ μόνῳ ἂν αὐτῷ ἁρμόσοι τὸ,
οὐκ ἔστιν Θεὸς πλὴν σοῦ,
ὡς ἂν μόνης τῆς τοῦ Λόγου θεότητος ἡνωμένης καὶ ἀνακεκραμένης τῇ πατρικῇ βασιλείᾳ, καὶ διὰ τοῦτο μιᾶς τῆς ἀμφοτέρων ἐπινοουμένης δόξης τε καὶ ἀρχῆς· ἐν δὲ τῷ,
ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται,
δηλοῦσθαι νομίζω περὶ νοητῶν τινῶν ἀντικειμένων δυνάμεων ἀγῶνα πρὸς τὸν Χριστὸν ἀραμένων, καὶ ὑποχειρίων αὐτῷ γεγενημένων, ἢ καὶ ψυχῶν τοιωνδὶ κατ’ ἀρχὰς μὲν ἀντιτεινουσῶν τῷ Λόγῳ, ὕστερον δέ ποτε τὴν ὑπ’ αὐτὸν δουλείαν ἀναδεδεγμένων ἐπὶ τῇ ἑαυτῶν εὐεργεσίᾳ. Περὶ τούτων γέ τοι λέγεσθαι νομίζω καὶ τὸ,
ἔσονταί σοι δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται· τὸ δὲ, αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορεύσονται ἐν αἰσχύνῃ,
προφητεύεται περὶ τῶν μὴ μετανοησάντων, διαμεινάντων δὲ ἐχθρῶν καὶ πολεμίων, καὶ μηδαμῶς ἆραι ἐφ’ ἑαυτοὺς τὸν τοῦ[*](Matth. 11, 29.) λόγου τοῦ Χριστοῦ ζυγὸν βεβουλημένων. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν τοῦ Χριστοῦ σαφήνειαν· ἁρμόζοι δ’ ἂν παρατιθέναι τὴν περικοπὴν οὐ μόνον τοῖς ἐκ περιτομῆς, ἀλλὰ καὶ τοῖς ψιλὸν ἄνθρωπον ὑπειληφόσι γεγονέναι τὸν Σωτῆρα, Ἐβιωναίοις, ἢ τοῖς κατὰ Ἀρτέμωνα, καὶ τὸν Σαμωσατέα Παῦλον. Σαφῶς γὰρ καὶ διὰ τούτων ἡ θεότης τοῦ Χριστοῦ τοῖς περὶ αὐτοῦ δυσπειθῶς ἔχουσιν ἀποδείκνυται.

Ἄκουέ μου Ἰαπὠβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀχούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ※ Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἑπάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.Es. 48, 12.
Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ’ ἂν ἄλλος εἴη
Κύριος ὁ
ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐχώ εἰμι εἰς τὸν αἰῶνα,
καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ,
καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ,
ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἀπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται,
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς·
αὐτὸς γάρ ἐστιν ὁ
δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα·
ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ’ ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ’ οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων,
καὶ νῦν Κύριος ἀπέσταλκέ με·
αὐτὸς δ’ ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ,
γενηθήτω φῶς,
καὶ
γειηθήτω τάδε καὶ τάδε·
καὶ τὸ,
ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν·
ταύτην(ῃ) γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι
αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ’ ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστιν πραγματείας.

Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, Διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσα τὸ ὄνομά μου· καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· καὶ εἶπέν μοι, Δοῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι· καὶ ἐγὼ εἶπα, Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ· καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου· καὶ νῦν οὕτως λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός μου ἔσται μοι ἰσχύς· καὶ εἶπεν· Μέγα σοι ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήμην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς· οὕτως λέγει Κύριος, ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραὴλ, Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ, ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ, καὶ ἐξελεξάμην σε. Οὕτως λέγει Κύριος, Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔπλάσα σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς
ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος· ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει αὐτοὺς, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν, καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.Es. 49, 1.
Εἰκὸς τοὺς ἐκ περιτομῆς οἴεσθαι περὶ ἑαυτῶν εἰρῆσθαι τὰ ἐν τῇ προφητείᾳ, ἐπείπερ λέλεκται, καὶ εἶπέν μοι,
Δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι·
πρὸς δὲ τῷ μὴ ἁρμόζειν αὐτοῖς τὰς λέξεις σαφῶς ἀποδείκνυται καὶ ἀπὸ τῶν ἑξῆς, ὅτι δὴ περὶ ἑτέρου Ἰσραὴλ τὰ λεγόμενα προφητεύεται· γέγραπται γὰρ,
καὶ νῦν οὕτως λέγει Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ πρὸς αὐτόν· καὶ πάλιν εἶπέν μοι’ μέγα σοι ἐστὶν τὸ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι.
Ἀλλὰ καὶ τὸ,
ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς,
παράδοξόν τινα καὶ θαυμαστὸν ὑποφαίνει τὸν περὶ οὗ ὁ λόγος· τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ ἤδη πρότερον ἐν τοῖς ἀνωτέρω Ἰακὼβ χρηματίσας καὶ Ἰσραὴλ διὰ τοῦ,
Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου;
Οὗτος γάρ ἐστιν ὁ μόνος κατ’ ἀλήθειαν ὁρῶν Θεὸν τὸν Πατέρα, Ἰσραὴλ μὲν ὀνομαζόμενος, ὅπερ ἑρμηνεύεται
ὁρῶν τὸν Θεὸν,
κατ’ ἐπίνοιαν αὐτοῦ τῆς θεότητος· Ἰακὼβ δὲ, ὅπερ ἐστὶ
πτερνιστὴς
, καθ’ ὃ ἐνανθρωπήσας κατηγωνίσατο πάσας τὰς ἀντικειμένας δυνάμεις. Ὅρα δὲ εἰ μὴ
συνᾴδουσιν ἀλλήλαις αἱ περικοπαὶ, ἥ τε μετὰ χεῖρας, καὶ ἐν ᾗ ἐλέγετο τὸ,
Ἰακὼβ ὁ παῖς μου,
εἰς τὸν Χριστὸν ἀναφερόμενον· ὡς γάρ τοι ἐκεῖ τὸ
Ἰακὼβ ὁ παῖς μου
εἴρηται, οὕτως ἐνθάδε τὸ
μέγα σοι ἐστι τοῦ κληθῆναί σε παῖδά μου·
καὶ ὡς ἐκεῖ τὸ,
Ἰσραὴλ ὁ ἐκλεκτός μου
λέλεκται, οὕτως ἐνθάδε τὸ,
ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραὴλ καὶ ἐξελεξάμην σε.
Πάλιν τε αὖ ἐκεῖ μὲν εἴρηται,
ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει·
ἐν δὲ τῇ μετὰ χεῖρας,
ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε.
Ὅτι μὲν οὖν οὐδενὶ ἄλλῳ ἢ μόνῳ τῷ Σωτῆρι ἡμῶν ἁρμόζει τὰ ἐν ταῖς προκειμέναις προφητείαις, δῆλον ἔσται τοῖς ἐπιστήσασιν τῷ πλήθει τῶν εἰς αὐτὸν καὶ δι’ αὐτοῦ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἠλπικότων ἐθνῶν, οἷς ὑπὸ τοῦ Πατρὸς ἐτέθη εἰς φῶς· φησὶν δὲ,
τοῦ καταστῆσαι τὴν γῆν
, τοῦτ’ ἔστιν τὴν ἐν θορύβοις καὶ ἀκαταστασίαις πάλαι τυγχάνουσαν ψυχὴν εἰς τὴν κατὰ φύσιν εὐστάθειαν καὶ καταστολὴν ἀγαγεῖν· ἀλλὰ καὶ
τοῦ κληρονομῆσαι κληρονομίαν ἐρήμου,
τὴν ἐξ ἐθνῶν ἐκκλησίαν δηλῶν· ἣν πρὸ τῆς αὐτοῦ παρουσίας ἔρημον τυγχάνουσαν, κληρονομίαν εἴληφε παρὰ τοῦ εἰπόντος αὐτῷ,
αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.
Οὗτος δὲ κατὰ τὴν περὶ αὐτοῦ προφητείαν τοῖς ἐν δεσμοῖς εἴρηκεν ἐξελθεῖν· προχείρως μὲν ὡς ἐπὶ τοῦ Λαζάρου, ὃν κειρίαις καταδεδεμένον καὶ ἐν μνήματι
τεταρταῖον τυγχάνοντα, εἰπὼν,
Λάζαρε δεῦρο ἔξω,Io. 11, 43.
ἐλεύθερον ἀφῆκεν ὑπάγειν· καὶ ἐν μέρει δὲ διανοίας ἐπὶ[*](Luc. 13, 16.) τῆς θυγατρὸς Ἁβραὰμ, ἣν ἔδησεν ὁ Σατανᾶς δέκα καὶ ὀκτὼ ἔτεσιν, ἣν καὶ αὐτὴν τῆς ἀσθενείας ἀπαλλάξας, σώαν ἀπέλυσεν· καθόλου δὲ, ὁπηνίκα πᾶσιν τοῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἐσφιγμένοις ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων παρέσχετο, οἷα δὴ μόνος (ἔχων) ἐξουσίαν ἀφιέναι ἁμαρτίας· οἷς ἔτι καὶ νῦν διὰ τῆς αὐτοῦ διδασκαλίας παρακελεύεται τῶν προτέρων δεσμῶν ἐξελθεῖν, λέγων ἐφ’ ἑκάστῳ τὸ,
ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.Io. 5, 14.
Ἐπὶ τούτοις ἔτι καὶ νῦν τοῖς εἰσέτι ἀγνοίας τε καὶ πονηρίας κατορωρυγμένοις ἀνακαλυφθῆναι προστάττει, ἅτε Λόγος ὑπάρχων Θεοῦ, καρδίας τε ἐτάζων καὶ νεφροὺς, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἵνα δὲ ὡς ἔνι μάλιστα συντόμως διαδράμωμεν, καὶ τὰ πρὸ τούτων ἐφαρμόζοντες τοῖς περὶ Χριστοῦ λεγομένοις, ἀναλαβόντες ἐξ ὑπαρχῆς καὶ τὴν τούτων ὑπόνοιαν ἡμῶν ἐκθησόμεθα. Ἐν πολλοῖς δὴ σαφῶς τῷ ἐκ περιτομῆς λαῷ προσομιλήσας, ὅτε καὶ ἐξ ὀνόματος, ἤτοι τὸν Ἰακὼβ ἤτοι τὸν Ἰσραὴλ ἀνακαλεῖται, ἐπὶ τοῦ παρόντος οὐ πρὸς ἐκείνους ποιεῖται τὴν προφητείαν, ἀλλὰ γὰρ νήσους καὶ ἔθνη ἐπὶ τὴν ἀκρόασιν τῶν λεχθησομένων παρακαλεῖ· καὶ ἔστιν γε ἐνταῦθα ἡ ὑπόσχεσις τοῦ Κυρίου λεγομένη περὶ τῆς κλήσεως τῶν προτέρον ἀπίστων πάντη καὶ ἀλλοτρίων τῆς θεοσεβείας ἐθνῶν, ὧν ἐν μέρει νοοῦνται καὶ αἱ λεγόμεναι νῆσοι, ψυχαὶ ὅσαι τὸ πάλαι πρότερον τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ
τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον·
ἐκ κοιλίας
φησὶ
μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου·
ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ’ ὄναρ εἶπεν μεθ’ ἕτερα καὶ τὸ,
τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ·Matth. 1, 21.
ἐπιφέρει δ’ ἐν τῇ προφητείᾳ λέγων, ὅτι
καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν·
καὶ πάλιν,
ἔθηκέν με ὡς βέλος ἐκλειτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος,Heb. 4, 12.
ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ’ ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ,
δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι·
τὸ δὲ,
καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα,
καὶ τὰ ἑξῆς, λέγοιτ’ ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ
οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,
καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι,
τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι·
ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν,
ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα
Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ’ αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων,
ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ·
οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ,
κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·Gal. 3, 13.
καὶ τὰς
ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας.Heb. 12, 2.Phil. 11, 8.
Μετὰ ταῦτα φησὶ τὸν
βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων·
καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες,
καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος,Sap. 2, 15.
ἀλλ’ ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ,
ἔδωκά σε εἰς διαθήκην ἐθνῶν,
καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει.

Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμκαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δ’ ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι;
ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θύσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θύσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν (στερεὰν) πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς· τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορεύομενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φώς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ· ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ, ᾗ ἐξεκαύσατε· δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.Es. 50, 1.
Σαφῶς ἡ τοῦ Λόγου θεότης καὶ διὰ τῶν προκειμένων ἀποδείκνυται, ὅτι τε προϋπῆρχεν τῆς ἐνανθρωπήσεως, καὶ ὡς ἐνανθρωπήσας ταῦτα πάσχειν ἤμελλεν ἃ καὶ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τίς γὰρ ἂν ἄλλος εἴη ὁ φάσκων,
μὴ οὐκ ἰσχύει ἡ χεὶρ
μου,
καὶ τὰ ἑξῆς ἕως τοῦ,
ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ,
ἢ ὁ τοῦ Θεοῦ Λόγος; Αὐτὸς δὴ οὖν τὰ τηλικαῦτα εἰπὼν, ἐπιφέρει λέγων,
Κύριός μοι δίδωσι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον·
καὶ αὖθις ἐπάγει[νετὰ] τὰ λοιπὰ φάσκων,
Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω· τὸν νῶτον μου τέθεικα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα,
καὶ τὰ μέχρι τοῦ,
ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με.
Δυνάμει γάρ τοι πεπονθέναι φαμὲν τὸν Λόγον, συμπάσχοντα δὲ ὃν ἀνείληφεν ἀνθρώπῳ. Οὐκ οἴδαμεν οὖν εἰ ἕξει τίς περὶ τῆς προκειμένης προφητείας ἀποδοῦναι λόγον, μὴ προσιέμενος τὸ εἶναι τινὰ δευτέραν ὑπόστασιν τοῦ Θεοῦ Λόγου μετὰ τὴν πρώτην καὶ ἀγένητον τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων· ἡμεῖς γε μὴν ὀρθῶς πεπεισμένοι τοῦτον ὑπάρχειν δηλαδὴ τὸν Θεὸν Λόγον ἡγούμεθα, τὸν καὶ ἐνταῦθα φασκόντα μετὰ τῶν ἄλλων τὸ,
ἐνδύσω τὸν οὐρανὸν σκότος,
καὶ ἐπιφέροντα ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τὸ,
Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον.
Τίνι δ’ ἂν ἄλλῳ παρὰ τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν πρέποι λέγειν καὶ τὸ,
τίς ὁ κρινόμενος μοι ἀντιστήτω μοι·
ἢ περὶ τίνος λέγοιτ’ ἂν τὰ ἀπὸ τοῦ,
τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ,
ἢ περὶ μόνου τοῦ Χριστοῦ, τοῦ κατὰ τὰς γραφὰς αἰσχύνης καταφρονήσαντος, κενώσαντός τε ἑαυτὸν καὶ μέχρι μαστίγων ταπεινώσαντος, ὅτε κατὰ τὴν προκειμένην περὶ αὐτοῦ προφητείαν φραγελλώσας αὐτὸν ὁ Πιλάτος παρέδωκεν σταυρωθῆναι, τότε δὲ καὶ ῥαπίσματα
καὶ ἐμπτυσμοὺς ὑπέμενεν, ὅτε ἐπὶ τοῖς λόγοις αὐτοῦ περιρρηξάμενος ὁ ἀρχιερεὺς, ἀπεφήνατο βεβλασφημηκέναι αὐτόν· τότε γὰρ ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφιζον αὐτὸν, οἱ δὲ ἐρράπισαν αὐτὸν λέγοντες,
προφήτευσον ἡμῖν Χριστὲ τίς ἐστιν ὁ παίσας σε;Matth. 26, 68.
Ἔοικε δὲ τὰ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κεφαλαίου περὶ τῆς τῶν Ἰουδαίων λέγεσθαι συναγωγῆς·
ἰδοὺ γὰρ,
φησὶν,
ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε· καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.
Ἦλθεν γὰρ ἐπὶ
τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ,Matth. 15, 24.
καὶ οὐχ εὗρε τινὰ ἐν αὐτοῖς ἄνθρωπον, ἀλλὰ καὶ πρώτους μὲν αὐτοὺς ἐκάλεσεν· οὐκ ἦν δ’ ὁ λαὸς ὑπακούων. Δι’ ὃ φησὶν,
δι’ ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων·
τὰ δ’ ἐπὶ τέλει τῆς περικοπῆς ἀκολούθως μετὰ τὴν ἐκείνων ἀποβολὴν ἐπὶ τὴν ἐξ ἐθνῶν ἀναφέρεται κλῆσιν· ἀπὸ τοῦ,
τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον, ἐπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ.
Ἡμεῖς γὰρ ἀληθῶς ἦμεν
οἱ πορευόμενοι ἐν σκότει·
καὶ οὐκ ἦν ἡμῖν πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν φῶς, ἀλλὰ νῦν διὰ τὴν τοῦ Θεοῦ χάριν πεποίθαμεν ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ἐπιστηριζόμεθα ἐπὶ τῷ Θεῷ· τοῖς δὲ μὴ πιστεύσασιν εἰς τὸν Χριστὸν, οἷς καὶ ἀνωτέρω εἴρητο τὸ, ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς φάγεται ὑμᾶς, ἐπιφέρει ὁ λόγος φάσκων,
ἰδοὺ πάντες ὑμεῖς ὡς πῦρ καίετε,
καὶ τὰ ἑξῆς· ἐν οἷς σαφῶς καὶ τὸ,
δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν,
ἐκ προσώπου λέλεκται τοῦ Χριστοῦ ἐπονειδίζοντος αὐτοῖς καὶ ἀπελέγχοντος τὴν εἰς αὐτὸν γεγενημένην τοῦ Ἰουδαίων λαοῦ παρανομίαν.

Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός.Es. 52, 5.
Καὶ αὕτη ἐπὶ τὸν Σωτῆρα εὐλογώτατα ἁρμόζοι ἂν ἡ προφητεία, ἐπὶ τῆς ἐπιδημίας αὐτοῦ πληρωθέντος τοῦ,
ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι.
Τῷ μὲν οὖν προτέρῳ λαῷ εἰς πρόσωπον εἴρηται τὰ ἀπὸ τοῦ,
δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν·
τὰ δ’ ἀπὸ τοῦ,
διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου τῇ ἡμέρᾳ ἐκείνῃ,
νοοῖτο ἂν περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν. Αὐτὸς οὖν ἐστιν ὁ καὶ πρότερον πῆ μὲν δί’ ἀγγέλων, πῆ δὲ καὶ διὰ προφητῶν ἀνθρώποις ὁμιλήσας· καὶ μέντοι ἐκείνους αὖθις παραγενόμενος, καὶ δι’ ἑαυτοῦ τὴν σωτηρίαν πᾶσι κηρύξας, ὁποῖον ἔχει νοῦν ὁ φιλομαθὴς ἐρευνήσας εἴσεται.

Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη, τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ὥψησθε· ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κύριου· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε,
οὐδὲ φυγῇ πορεύσεσθε· πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Θεὸς Ἰσραήλ· ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται, καὶ μετεωρισθήσεται σφόδρα· ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων· οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσι.Es. 52, 10.
Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδὸς οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν κακώσει καὶ ἐν πληγῇ. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη
εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει· δικαιῶσαι δικαιον δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, παὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.Es. 53, 1.
Εὐφράνθητι στέῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.Es. 54, 1.
Καὶ πότ’ ἄλλοτε ὡς ἐπὶ τῇ παρουσία τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν βραχίονα τὸν μέγαν, οὐκ ἄλλον ὄντα τοῦ Λόγου αὐτοῦ, ὁ Πατὴρ καὶ Θεὸς τῶν ὅλων ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν, ἃ καὶ ἰδόντα τὴν δεδωρημένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ σωτηρίαν ἀφίστασθαι τῆς προτέρας προστάττεται πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ’ ὅτι τὰ ἱερὰ
δόγματα, καὶ τοὺς θείους λόγους. Πάλιν δ’ ἐπὶ τούτοις ὃν τρόπον ἐν ταῖς ἀνωτέρω προφητείαις διαφόρας(ως) παῖς ὁ Χριστὸς ὠνομάζετο τοῦ Θεοῦ, ὡσαύτως εἴρηται καὶ ἐνθάδε· συνήσειν δὲ καὶ ὑψωθήσεσθαι καὶ σφόδρα δοξασθήσεσθαι προφητεύεται τοῦ ἀνθρωπίνου αὐτοῦ ἐπινοουμένου, περὶ οὗ ταῦτα λέγεται· ἀληθῶς δὲ ἐξέστησαν καὶ ἐξηπορήθησαν ἐπ’ αὐτῷ πολλοὶ, ἄνθρωπον ἑαυτοῖς ὅμοιος (ὁμοίως) αὐτὸν ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑορακότες, ὅτε τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξε[σ]τάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν,
οὐχ οὗτός ἔἐστιν ὁ υἱὸς Ἰωσήφ· οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ’ ἡμῖν;Io. 6, 42 Matth. 13, 55.
Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ’ αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ’ ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ’ ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ’ αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, (περὶ ὧν ἐλέχθη τὸ,
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό,Ps. 2, 2.
) εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ συνέσχον γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ
τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τί περὶ αὐτοῦ, τοῦτ’ ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μὴ δ’ ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τί, μὴ δὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τὸ,
Κύριε, τίς ἐπίστευσεν τῇ ἀχοῇ ἡμῶν;
Ὅπερ οὐκ ἐστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ’ ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος,
τίνι ἀπεκαλύφθη;
Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων,
καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.
Ἑξῆς αὐτοῖς λέγεται,
ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,
καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ’ ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς
ἀληθῶς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι’ ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ’ οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς υἱὸν Θεοῦ, ἀλλ’ οὐδ’ εἰς τὸν τυχόντα δίκαιον. Φασὶ δ’ οἱ τῷ πνεύματι τούτων αὐτῶν συνησθημένοι, ὡσπερεὶ διηγούμενοι καὶ τὴν αἰτίαν τῆς τοιαύτης οἰκονομίας διδάσκοντος(τες) τὸ,
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·
ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται
ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.Io. 1, 29.
Ἐπιφέρεται τούτοις,
ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν·
δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖν[*](Io. 8, 59.) ἐπ’ αὐτόν· καὶ μεμαλάκισται δέ φησιν
διὰ τὰς ἁμαρτίας ἡμῶν·
μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ,
τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;2 Cor. 11, 29
Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι’ αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος,
ἐτραυματίσθη γὰρ,
φησὶ,
διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν·
συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων,
τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ’ αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει·
πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὑτὸν ταῖς ἁμαρτίαις ἡμῶν·
καὶ
τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ἀναμφιλόγως ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ πέρας εἰληφότα δείκνυται· ὅθεν καὶ θαυμάζειν ἄξιον τῆς πωρώσεως τοὺς μὴ προσιεμένους αὐτὸν τοῦ προτέρου λαοῦ προφάσει δι’ ὧν ἐπεδείξαντο κατ’ αὐτοῦ, ἔφ’ οἷς ἐπιγελᾶν καὶ διασύρειν αὐτοῖς ἔθος, ὡς μὴ ἄξια πεπονθότα τῆς τοῦ Θεοῦ περὶ αὐτοῦ φροντίδος· σαφῶς πρὸς τοῖς εἰρημένοις ἀναβοῶντος τοῦ προφήτου περὶ αὐτοῦ, ὅτι τε
ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ·
καὶ ὅτι
αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
Τίς δ’ οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ,
ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον·
ἢ τί δ’ ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως (sic) ἀκοῇ ἀκούσαντες τῆς τοῦ Χριστοῦ φωνῆς καὶ μὴ συνέντες, αὐτοῖς τε ὀφθαλμοῖς ἐμβλέψαντες εἰς τὴν παρουσίαν αὐτοῦ καὶ μὴ ἰδόντες· τίνα γὰρ ἄλλον ἔχοιεν ἂν τῶν δικαίων παραστῆσαι ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀχθέντα εἰς θάνατον, ἢ τίς τοιοῦτος γεγένηται, ὡς τὰς ἁμαρτίας παντὸς τοῦ λαοῦ καὶ αὐτῶν τῶν προφητῶν φέρειν, καὶ ὀδυνᾶσθαι περὶ αὐτῶν, ὥστε τῷ μώλωπι αὐτοῦ ἰᾶσθαι πάντας αὐτοὺς ὁμολογεῖν φάσκοντας,
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν;
Τίς δ’ ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ’ ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι
ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι
αὐτοῦ;
Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ’ εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν (φήσαιεν) περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ’ αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς· ἀλλ’ οὐ καθ’ ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ’ ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον,
λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου·
καὶ δι’ ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ’ αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ,
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ·
ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον, τούτου χάριν τὰ τοιαδὶ πείσοντα. Τούτοις ἑξῆς αὖθις ἡ ἐξ ἐθνῶν ἐκκλησία εὐαγγελίζεται συγκρινομένη καὶ προκρινομένη τοῦ προτέρου λαοῦ διὰ τοῦ,
εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν
κατὰ τὸν τόπον, ᾧ μέλει τῆς τοῦ Σωτῆρος ἐντολῆς λεγούσης,
ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗται εισιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ,Io. 5, 39.
ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται.

Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Προσέχετε τοῖς ὠσὶν ὑμῶν, μαὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά. Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν· ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἔνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.Es. 55, 2.
Τούτοις τὰ λεγόμενα συνίησιν ὑποδεχόμενος ὁ λόγος πνευματικὰς τροφὰς, θείαν τε καὶ οὐράνιον τρυφὴν, ἔτι τε ζωὴν οὐ τὴν σαρκὸς ἀδιάφορον, ἀλλὰ τὴν ἀΐδιον τῆς ψυχῆς. Προσυπισχνεῖται τοῖς αὐτοῖς διαθήκην αἰώνιον διαθήσεσθαι, ἥν τινα φησὶ
τὰ ὅσια Δαυὶδ τὰ πιστὰ
περιέξειν. Τίς ἂν οὖν εἴη καὶ αὕτη μετὰ τὴν πρὸς καιρὸν τὴν διὰ Μωσέως καινή τις καὶ αἰώνιος διαθήκη δοθήσεσθαι τούτοις, πρὸς οὓς ὁ λόγος, προφητευομένη; Ἡ καινὴ τῶν ἱερῶν εὐαγγελίων γραφὴ, τὰ ὅσια Δαυὶδ περέχουσα διὰ τὸν ἐκ σπέρματος αὐτοῦ γενόμενον Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ· τοῦτον δὲ καὶ μαρτύριον δεδωκέναι φησὶν ὁ Θεὸς οὐχὶ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσιν, ἄρξοντα τούτων καὶ τούτοις προστάξοντα, οὐχὶ δὲ τῷ προτέρῳ
τῷ ἐκ περιτομῆς λαῷ. Ταῦτα δὲ τὰ ἔθνη πρότερον οὐδαμῶς αὐτὸν ἐπιστάμενα, ὅτε ἔγνω αὐτὸν υἱὸν τοῦ Θεοῦ τυγχάνοντα, Σωτῆρα καὶ Θεὸν ἐπεκαλέσατο αὐτόν· ἀλλὰ καὶ οἱ μηδεπώποτε αὐτὸν ἐπεγνωκότες ἡμεῖς κατεφύγομεν ἐπ’ αὐτὸν, τῆς προτέρας ἀποφυγόντες πλάνης, καὶ ὑπὸ τὰς ἀντικειμένας ἐνεργείας δουλείας. Ταῦτα δὲ, φησὶν ἡ προφητεία, γενήσεσθε ἕνεκεν Κυρίου τοῦ Θεοῦ αὐτοῦ, ὅτι ἐδόξασεν αὐτόν· σαφὲς δ’ ὅπως ἐδόξασεν αὐτὸν ὁ Πατὴρ κατὰ τὴν ἐνεχθεῖσαν πρὸς αὐτὸν ἐξ οὐρανοῦ φωνὴν, τὴν
καὶ ἑδόξασα καὶ πάλιν δοξάσω.Io. 12, 28.
Ὅρα δ’ εἰ μὴ συγγενῆ τυγχάνει τοῖς ἐνθάδε ῥητοῖς φάσκουσι τὸ,
ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε· καὶ λαοὶ οἳ οὐκ ἔγνωσάν σε ἐπὶ σὲ καταφεύξονται,
τὰ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ, ἔνθα ἐλέγετο, ὅτι
οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσιν.
Τούτοις ὅμοια τυγχάνει καὶ τὰ ἐν ἑπτὰ καὶ δεκάτῳ Ψαλμῷ ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ,
λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι.Ps. 17, 43.
Ἡμεῖς μὲν οὖν ἀληθεῖς πιστεύοντες τὰς πρὸφητείας πεπληρῶσθαι αὐτὰς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ πεπείσμεθα, συναισθόμενοι ὅπως ἡμεῖς αὐτοὶ πλανώμενα ἔθνη τὸ πάλαι τυγχάνοντες, ἐλαυνόμενοί τε ὑπὸ χαλεπῶν δαιμόνων κατὰ πᾶσαν εἰδωλολατρείαν, καὶ μήτε τὸν μόνον ἀληθῆ Θεὸν ἐπιστάμενοι, μήτε προφητικῆς ἐπαΐοντες φωνῆς, διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ διδασκαλίας ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ τῶν ὅλων παρεληλύθαμεν, πεπιστεύκαμέν τε ταῖς θεοπνεύστοις γραφαῖς, καὶ τὸν προφητευθέντα
τοῦ Θεοῦ Λόγον παραδεδέγμεθα, μὴ δ’ ὅλως αὐτὸν τὸ πρὶν ἐπιστάμενοι. Τοσαῦτα δὴ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐεργετηθέντες διδασκαλίας, πῶς οὐκ ἂν δικαίως παραδεχοίμεθά τε καὶ ἐκθειάζοιμεν αὐτὸν, ἅτε υἱὸν Θεοῦ ἡμῶν τε αὐτῶν τυγχάνοντα Σωτῆρα;

Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκοδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον;Es. 57, 1.
Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ’ ἀλήθειαν παρὰ πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν,
ἴδετε ὡς ὁ δίκαιος αἴρεται·
ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ,
ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος,
οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.Io. 10, 18.
Εἶτά φησιν,
ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ·
ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ,
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν
ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη.1 Cor. 15, 3.
Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας
ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ;
Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ
ἄνδρες δίκαιοι,
φησὶν,
αἴρονται,
οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ’ ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ’ ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἐξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ,
ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης.

Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.Es. 59, 19.
Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα
Κυρίου τὰ παντοδαπὰ ἔθνη, τὰ διὰ τῆς Ἰησοῦ διδασκαλίας καταλείψαντα μὲν τὴν προτέραν τοῦ κατὰ τὴν ἄγνοιαν σκότους πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Θεὸν καταπεφευγότα· τίς δ’ ὁ ἥξειν προφητευόμενος ἐκ Σιὼν, ῥυσόμενος καὶ ἀποστρέψων τῆς προτέρας ἀσεβείας τὸν Ἰακὼβ, ἢ ὁ σῶσαι παραγενόμενος τὰ ἀπολωλότα καὶ ἐν ἀσεβείᾳ γεγονότα πρόβατα οἴκου Ἰσραὴλ, οἷς διαθήσεσθαι φησὶ τὸ ἐν Χριστῷ πνεῦμα τοῦ Θεοῦ τὰ ῥήματα τῆς αἰωνίου ζωῆς, ἃ δέδωκεν ὁ Πατὴρ εἰς τὸ τοῦ Υἱοῦ στόμα· ἃ καί φησιν μήτε ἐξ αὐτοῦ, μήτε μὴν ἐκ τοῦ στόματος τοῦ σπέρματος αὐτοῦ διαλείψειν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον; Ταῦτα δ’ ἂν εἴη τὰ ῥήματα τοῦ εὐαγγελίου τῆς καινῆς διαθήκης, ἃ, καίτοι τοσούτων ἐπιβουλευσάντων τε πάλαι καὶ ἔτι νῦν ἐπιβουλευόντων αὐτοῖς, οὐ διέλειπεν οὐδὲ μὴν ἐπιλείψει ἐκ τοῦ στόματος τῆς ἐκ τοῦ λογικοῦ καὶ νοητοῦ σπέρματος τοῦ Χριστοῦ συστάσης ἐκκλησίας· εἶπεν γὰρ Κύριος καὶ ἀποπέφανται τοῦ μὴ ἐξαλείψειν αὐτὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· διὸ καὶ κατὰ τὸν Ἰωάννην
αἰώνιον εὐαγγέλιονApoc. 14, 6.
ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγελιον.

Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· ※ Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδὶαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ※ τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι
τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.Es. 61, 1.
Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ’ ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ’ ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν,
πτύξας τὸ βιβλίον,Luc. 4, 20.
φησὶ,
σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη,
αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν,
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανών·Matth. 5, 3.
καὶ
ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους,
περὶ ὧν εἴρηται,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.Ps. 50, 17.
Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν (τοῦ) νοητῶν (τοῦ) Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν (sic) πάλαι γεγενημενοις· διὸ καὶ θάρρῶν ἔλεγε τῷ παραλυτικῷ,
τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι·Matth. 9, 2.
ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ’ αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας,
[*](Print pages 230-231 not found in header scan.)
ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ·Matth. 20, 31.
οὗτος δέ ἐστιν ὁ καλέσας
τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου,
ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ᾽ ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ᾽ ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν,
Μακάροι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.Matth. 5, 4.
Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν. Τίνες δ᾽ ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ
οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη·Ps. 119, 5.
ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶν[*](Ps. 137, 1.) Βαβυλῶνος κλαίοντες ἐν τῷ μνησθῆναι αὐτοὺς τῆς Σιών· τούτοις γὰρ οὖν ὁ Χριστὸς τοῦ Θεοῦ πληρῶν ἣν τοῖς πενθοῦσι ὑπέσχετο παράκλησιν, δόξαν ἀποδώσει ἀπαλλαγεῖσι τοῦ πένθους, καὶ ἀντὶ τῆς σποδοῦ ἧς ἀκονίσαντο κατὰ τὸν ἐνταῦθα βίον πενθήσαντες, ἄλειμμα εὐφρονσύνης παρέξει, χρίων καὶ αὐτοὺς ἐλαιῳ ἀγαλλιάσεως, ἵνα γένωνται τῆς αὐτοῦ μέτοχοι χρίσεώς τε καὶ βασιλείας, ὥστε καὶ αὐτοὺς εἰπεῖν,
μέτοχοι γὰρ τοῦ γεγόναμεν.Heb. 3, 14.
Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφηεύεται #καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας,# ἐπὶ (εὶ) τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι·
καὶ ταύτῃ μάλιστα πενθοῦντες, οὐ μόνον διὰ τὸ πόρρωθεν θεωρεῖν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλὰ καὶ διὰ τὸ συμπαθὲς καὶ φιλάνθρωπον συμπάσχοντες καὶ συναλγοῦντες τοῖς ἀσθενοῦσιν ἑαυτῶν μέλεσι, καὶ μονονουχὶ βοῶντες τῇ τοῦ ἀποστόλου διαθέσει, τῷ,
τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;2 Cor. 11, 29.

Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμσέ με κόσμῳ. Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατέλλει, ὅυτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.Es. 61, 10.
Ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγεν τὸ,
περίλυπός ἐστιν ἡ ψυχή μου,Matth. 26, 38.
καὶ τὸ,
νῦν ἡ ψυχή μου τετάρακτα,Io. 12, 27.
ἐπ᾽ οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ (ὁ) μὲν νυμφίος ὑπῆρχεν τῆς μὴ ἐχούσης σπιλον ἢ ῥυτίδα νύμφης ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ (ῷ) περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ (ου) κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γὴν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς
ἐν αὐτῷ βλαστήμασι, οἷς καὶ ὁ μέγας τοῦ Θεοῦ παράδεισος καταπεφυτεῦσθαι λέγεται· ἔσται δὲ ταῦτα φησὶν, ἐπεὶ δίκαιος ὢν Κύριος, καὶ οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ ἐθνῶν ὑπάρχων Θεὸς, ἀνέτειλε τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ’ ἔστι τὸν Χριστὸν αὐτοῦ, ἐναντίον πάντων τῶν δι’ αὐτοῦ πιστευόντων ἐθνῶν.

Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη.Es. 62, 10.
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσὸρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.Es. 63, 1.
Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν (φεν) ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίας, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλῶν αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται·
εἴπατε ταῖς θυγατράσι
Σιών·
(δηλαδὴ ταῖς ἐξ ἐθνῶν ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν,
ἥτις ἐστι μητὴρ ἡμὼν
κατὰ τὸν ἀπόστολον·)
ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν,Gal. 4, 26.
καὶ τὰ τούτοις ἑξῆς, δι’ ὧν δηλοῦται ἡ δευτέρα τοῦ Χριστοῦ παρουσία, ὅτε κριτὴς ἥξει ἀποδώσων ἑκάστῳ τῶν ἐπὶ τοῦ παρόντος πόνων τοὺς μισθοὺς, καὶ ὧν ἕκαστος φαύλων εἰργάσατο νῦν τὰς ἀμοιβάς. Ἑξῆς τούτοις οἱονεὶ ἐπερωτῶν ὁ λόγος φησὶν,
Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων
(ὃ ἑρμηνεύεται γήϊνος) ἐρύθημα ἱματίων ἐκ Βοσόρ·
οὕτως ὡραῖος ἐν στολῇ·
Τοῦτο δὲ ἔοικεν εἰρηκέναι ἀποθαυμάζων τὸ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὴν κένωσιν, καὶ τὴν ἐπὶ γῆς διατριβὴν, καὶ μετὰ τὸ πάθος, καὶ τὴν κάθοδον τὴν εἰς νεκροὺς, ὡραῖον καὶ λαμπρὸν τοῦ κάλλους τοῦ Σωτῆρος ἐν μηδενὶ συγχυθέντος, μηδὲ ῥύπον μήτε μὴν κηλίδα καὶ σπίλον ἀπὸ τῆς ὑλικῆς καὶ σωματικῆς καταστάσεως τῶν τε γηΐνων καὶ ἀνθρωπείων πραγμάτων ἀναδεξαμένου· ἔτι δὲ καὶ τὴν ἰσχὺν αὐτοῦ καταπληττόμενος, τὴν πᾶσαν τοῦ διαβόλου στρατιὰν καταγωνισαμένου. Ἐπιφέρει τὸ,
οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος;
πρὸς ἧν πεῦσιν ὁ Σωτὴρ ἀποκρίνεται, διδάσκων ὅστις ποτὲ εἴη, καὶ φησὶν,
Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίμα σωτηρίου.
Πάλιν δὲ πρὸς αὐτὸν ὁ λόγος ὡς
διὰ τὸ πάθος φησὶν, διὰ τί σοῦ ἐρυθρὰ τὰ ἱμάτια,
καὶ τὰ ἑξῆς· οἷα γὰρ ἀμνὸς τοῦ Θεοῦ, ἄρας εἰς ἑαυτὸν τὰς ἁμαρτίας τοῦ κόσμου, ἐκ τῶν ἡμετέρων ἁμαρτιῶν ἐρυθρὰ τὰ ἱμάτια περιεβάλετο· ὡς διὰ τοῦτο καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ
λέγεσθαι τὸ,
καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά·Zach. 3, 4.
ταῦτα δ’ ἦν τὰ ἐκ τῶν ἡμετέρων ἁμαρτημάτων ἐνδύματα· δι’ ἃ μικρῷ πρόσθεν ἐλέγετο,
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·
αὐτὸς γάρ τοι
ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.1 Pet. 2, 22.
Πάλιν δ’ ὁ Σωτὴρ ἀμειβόμενος τὴν ἐρώτησιν, ὅθεν ἐρυθρὰ γένοιτο αὐτοῦ τὰ ἱμάτια διδάσκει λέγων,
ἐκ τῶν ἐθνῶν·
ἅπερ ἔθνη, μηδενὸς ἀνθρώπων αὐτῷ συνεργοῦντος, μόνος ὑπέταξεν, καταπατήσας τὴν ἀντικειμένην πᾶσαν δύναμιν τῶν πολεμίων αὐτῷ πονηρῶν πνευμάτων.

Καὶ ἐμνήσθη Κύριος ἡμερῶν αἰωνίων· ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον.Es. 63, 11.
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ὑπὸ τοῦ Κυρίου ἀναβιβασθεὶς ἐκ τῆς γῆς, ποιμὴν τῶν τοῦ Θεοῦ προβάτων, ἢ ὁ Σωτὴρ ἡμῶν ὁ ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ; Οὗτος γάρ ἐστιν[*](Io. 10, 15.) ὁ καλὸς ποιμὴν, ὁ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὃν ὁ Πατὴρ ἀναβιβάσας ἐκ τῆς γῆς ὑπερύψωσεν,[*](Phil. 2, 9.) χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.

Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος. καὶ πάντα τὰ ἐπίδοξα ἡμὼν συνέπεσαν· καὶ
ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας· καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα.Es. 64, 10.
Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, Ἰδού εἰμι ἔθνει οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα· ἐπὶ δὲ σε ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.Es. 65, 1.
Καὶ ἐνταῦθα προφητευθείσης πρότερον τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, ἑξῆς σημαίνεται ἡ τῶν ἐθνῶν ἐκλογὴ διὰ τοῦ Χριστοῦ γενομένη· ἐκ προσώπου γάρ τοι τοῦ λαοῦ εὐχὴν ἀναπέμψαντος τοῦ προφήτου, ὁ λόγος ἀποκρίνεται τὴν σκληρίαν καὶ τὸ ἀπειθὲς τοῦ προτέρου λαοῦ διελέγχων, καὶ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ παριστάς· πῶς γὰρ, φησὶ, ταῦτα φατὲ ὡς ἐμοῦ πρὸς τὸ σώζειν ὑμᾶς ὀκνοῦντος; καὶ μὴν καὶ τοῖς μὴ ἐπερωτήσασί με, μὴ δὲ ζητήσασιν ἐμφανῶς ἐμαυτὸν παρέστησα. Καὶ δὴ πρόδηλον ὅπως ὁ τοῦ Θεοῦ Λόγος τὸ πρότερον ἀγνοούμενος τοῖς ἔθνεσιν, ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀγαθότητι καὶ φιλανθρωπείᾳ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων, ἐμφανὴς αὐτοῖς ἐγενήθη, μηδεπώποτε αὐτὸν δι’ ἣν εἶχον περὶ τὰ εἴδωλα πλάνην περὶ ὧν ἐδέοντο ἐρωτήσασι, εὑρέθη τε ἡμῖν τοῖς μὴ ζητήσασιν αὐτὸν, ἀλλὰ καὶ μὴ ἐπικαλεσαμένοις αὐτοῦ τὸ ὄνομα ἐνανθρωπήσας ἀπεκρίνατο, μονονουχὶ βοῶν τὸ,
ἰδοὺ πάρειμι.
Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐθνῶν κλήσεως σαφῶς ὁ λόγος προφητεύει· ἑξῆς δὲ αὖθις δυσωπητικώτατα πρὸς τὸν τῶν Ἰουδαίων λόγον ἐπιφέρει λέγων,
ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου, πρὸς λαὸν ἀπειθοῦντα καὶ
ἀντιλέγοντα.
Δύναταί γε μὴν διὰ τούτων καὶ τὸ σχῆμα τοῦ κατὰ τὸν σταυρὸν πάθους αὐτοῦ σημαίνεσθαι.

Τοσαῦτα καὶ τὰ ἀπὸ τοῦ Ἡσαίου· ἀλλὰ γὰρ ἐν τέτταρσι καὶ τὴν τῶν Ἐκλογῶν ὑπόθεσιν ἐν τῷ τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς ἐνάτῳ τούτῳ συγγράμματι περιγράψαντες, ἐν τῷ δεκάτῳ τοῖς ἀπὸ τῶν ἀθέων αἱρέσεων τὸν λογισμὸν καταβεβλαμμένοις ἑτέραν ἁρμόττουσαν ἔφοδον παρασχεῖν πειρασόμεθα.