Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ’ αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος. (sic.)

Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ βασιλέως καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς, καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως αὐτοῦ· καὶ τῆς τῶν ἐθνῶν κατακρατήσεως.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου, καὶ περὶ τῆς ἐκκλησίας.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου, καὶ τῆς τῶν ἁγίων ἐκκλησίας ὡς νύμφης, καὶ περὶ τῶν ἐν τοῖς τόποις ἐπικεκρυμμένων μυστηρίων.

Περὶ τοῦ Χριστοῦ ὡς περιπατήσαντος ἐπὶ θαλάττης, καὶ τὸ μέγα κῆτος χειρωσαμένου.

Περὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Χριστοῦ καθόδου.

Περὶ τῆς τοῦ διαβόλου πρὸς τὸν Χριστὸν πάλης.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ πανθῆρος.

Περὶ τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, καὶ τῆς τοῦ βασιλείου αὐτῶν καταπαύσεως, τῆς τε τοῦ Χριστοῦ ἐξ Αἰγύπτου μετακλήσεως.

Ὡς ὁ Θεὸς Λόγος Θεὸς ὀνομαζόμενος, κύριον ὁμολογεῖ τὸν Πατέρα.

Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἕτερον παρ’ ἑαυτὸν εἶναι τὸν Πατέρα διδάσκει.

Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ.

Ὡς ὁ Θεὸς Λόγος Κύριος καὶ Θεὸς ὀνομαζόμενος ἀκηκοέναι τινὰ παρὰ Κυρίου ὁμολογεῖ.

Ὡς ἡ περὶ τὸν Ἰωνᾶν οἰκονομία τὸ πάθος τοῦ Χριστοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν σημαίνει.

Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, ὡς περὶ κυρίου.

Περὶ τῆς τοῦ προτέρου λαοῦ καὶ τῆς Ἰσραὴλ καὶ τοῦ Σιὼν ὄρους ἐρημίας, καὶ περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ ὡς περὶ ὄρους, καὶ περὶ τῆς τῶν ἐθνῶν προσαγωγῆς· καὶ τοῦ καινοῦ νόμου τοῦ κατὰ τὴν καινὴν διαθήκην.

Περὶ Βηθλεὲμ καὶ τῆς ἐν αὐτῇ τοῦ Χριστοῦ γενέσεως· καὶ ὡς πρὸ τῶν αἰώνων ὁ Χριστὸς ὑπῆρχεν.

Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως.

Ὡς ὁ Θεὸς Λόγος Κύριος παντοκράτωρ ὀνομαζόμενος ὑπὸ Κυρίου παντοκράτορος τοῦ Πατρὸς ἀπεστάλθαι λέγει.

Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἥξειν ἐπὶ τὴν Ἱερουσαλὴμ προλέγει τὰ ἔθνη ἐπ’ αὐτὸν καταφεύξεσθαι ἀπεσταλμένον ὑπὸ κυρίου παντοκράτορος.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ· καὶ ὅτι αὐτὸς ἀνὴρ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ περὶ τῆς οἰκοδομῆς τῆς ἐκκλησίας.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἥξοντος ἐπὶ ὑποζυγίῳ καὶ πώλῳ, καὶ ὁλοθρεύσοντος τὸ πάλαι οἰκοῦν ἐν Ἱερουσαλὴμ τῶν Ἰουδαίων ἵππικόν τε καὶ ὁπλιτικόν· καὶ περὶ τῆς τῶν ἐθνῶν εἰρήνης.

Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος, Κυρίου τοῦ Πατρὸς μέμνηται.

Περὶ τῶν λ’ ἀργυρίων ἀνθ’ ὧν ὁ Ἰούδας προύδωκε τὸν Χριστὸν τοῖς Ἰουδαίων ἄρχουσιν, οὓς νῦν ὁ λόγος Χαναναίους καλεῖ· καὶ περὶ τῆς ἀποβολῆς αὐτῶν.

Περὶ τοῦ πάθους τοῦ Χριστοῦ· καὶ τοῦ τῶν ἀποστόλων ἐπ’ αὐτῷ σκανδαλισμοῦ.

Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας.

Περὶ τῆς τῶν Ἰουδαίων ἀποβολῆς, καὶ τῆς τῶν θυσιῶν αὐτῶν καθαιρέσεως τῶν τε τοῦ Χριστοῦ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν.

Περὶ τῆς καινῆς διαθήκης, καὶ τοῦ νόμου τῆς ἀληθείας τοῦ Χριστοῦ ὡς ἀγγέλου Κυρίου παντοκράτορος.

Περὶ τῆς δευτέρας παρουσίας τοῦ Χριστοῦ ὡς περὶ ἀγγέλου τῆς διαθήκης τοῦ Θεοῦ.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἡλίου δικαιοσύνης.

Περὶ τοῦ πάθους τοῦ Χριστοῦ ὡς περὶ ἀρνίου.

Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τοῦ τῶν Ἰουδαίων ἀφανισμοῦ, καὶ περὶ τῆς ἐρημώσεως τῆς Ἰερουσαλήμ.

Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς τῶν Ἰουδαίων δυσσεβείας, καὶ ὀνομαστὶ περὶ τοῦ προδότου Ἰούδα.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως ἐκ σπέρματος Δαυὶδ, καὶ τῆς εἰς αἰῶνας συστάσης ἐκκλησιαστικῆς ἱερουργίας.

Περὶ τῆς καινῆς διαθήκης ἑτέρας παρὰ τὴν διὰ Μωσέως παλαιάν· καὶ περὶ τῶν κατὰ τὸ εὐαγγέλιον νόμων.

Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ Θεοῦ ἐξ οὐρανῶν κατιόντος καὶ μετὰ ἀνθρώπων πολιτευσομένου.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ Δαυὶδ ἀναστησόμενου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ τοῦ Δαυὶδ ἀναστησόμενου ποιμένος, καὶ περὶ τῆς καινῆς διαθήκης.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ.

Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ θεοῦ. 20

Περὶ τῆς τοῦ Χριστοῦ παρουσίας ὡς περὶ υἱοῦ ἀνθρώπου· καὶ περὶ τῆς αἰωνίου βασιλείας αὐτοῦ.

Περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ ὡς ἐπὶ τοὺς χρόνους τοῦ Χριστοῦ συμπληροῦνται μεθ’ οὓς προφητεύεται τὰ περὶ τοῦ παντελοῦς ὀλέθρου τοῦ Ἰουδαίων λαοῦ.

Μετὰ δὴ τὰς ἀπὸ τῶν ψαλμῶν ἐκλογὰς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ τῶν ἐξῆς προφητειῶν ἐν τρίτῳ τούτῳ συγγράμματι τῶν περὶ τοῦ Χριστοῦ Προφητικῶν Ἐκλογῶν, ὀγδόῳ ὄντι τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς, ἀναλεξώμεθα, προεπισημηνάμενοι ὅτι μήτε τὰ τῶν προφητῶν ἐπαληθεύειν δυνατὸν, ἢν μὴ οὐχὶ τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως αὐτοῖς συμπαραλαμβανομένης, μήτε τὰ τῆς ἡμετέρας εἰς τὸν Χριστὸν πίστεως λογικώτερον κρατύνεσθαι, μὴ τῶν ἀνέκαθεν προφητῶν τὰς περὶ αὐτοῦ πιστουμένων ἀποδείξεις. Ὅθεν εἰκότως ἄν τις Ἰουδαίοις τε μὴ τὸν Χριστὸν παραδεξαμένοις, καὶ τοῖς τὰς προφητείας ἀθετοῦσι αἱρεσιώταις καταμέμψοιτο εἰς ἀσύστατα περιτρεπομένοις· οἱ μὲν γὰρ ὡς Θεοῦ τὰς προφητείας ἀποδεχόμενοι, ταύτας ψευδεῖς ἀπελέγχουσιν ἀτελεῖς αὐτὰς καταλείποντες, ὅτι μὴ τὰς εἰς τὸν Χριστὸν ἀποπληρωθείσας τῶν προφητειῶν ἐκβάσεις οἷοί τε εἰσι παραδέξασθαι· οἱ δὲ τὸν Χριστὸν ὁμολογοῦντες ἀσύστατον καὶ ἀναπόδεικτον τὴν εἰς αὐτὸν πίστιν περιέπουσι, μὴ τοῖς θαυμασίοις τοῦ Θεοῦ προφήταις τὰ περὶ αὐτοῦ προμαρτυρομένοις συγχρώμενοι· ἡμεῖς γέ τοι· τὰς μέντοι προφητείας διὰ τῆς τοῦ Χριστοῦ παρούσιας, ταύτην δὲ διὰ τῶν προφητειῶν πιστούμενοι, τὸ φανὸν καὶ στερρὸν τῆς ἀληθείας ἀνεξελέγκτοις ἀποδείξεσι παριστῶμεν. Ταῦτα μὲν ὡς ἐν προοιμίῳ· ἴωμεν δὲ ἐπὶ τὸ προκείμενον.

Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ’ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ’ ἀναλεξόμεθα δι’ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ[*](Io. 1, 1.) τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ

ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνώσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ παὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατώ, καὶ ἀναμέσον τρίβων
δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ’ ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκεουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων.Prov. 8, 12.
Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων,
Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·1 Cor. 1, 24.
καὶ πάλιν,
ὃς ἑγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ.1 Cor. 1, 30.
Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστι Θεοῦ, δι’ οὗ τὰ πάντα γεγένηται·
Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο·Io. 1, 1.
καὶ,
ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα,Col. 1, 16.
κατὰ τὸν ἀποστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ
χρηματίζει, καὶ καθ’ ἑτέραν ζωὴ, καὶ πάλιν,
ἀλήθεια καὶ φῶς ἀληθινὸν,
καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.

Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.Prov. 16, 15.
Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ
φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·Io. 1, 9.
ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον,
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·ver. 4.
τούτου δὲ καὶ οἱπροσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ.