Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δ’ ἐδιδαξέν με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ’ν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ’κράτησε τῶν ἄκρων τῆς
γῆς; τί ὄνομα αὐτῷ· ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ;Prov. 30.
Καὶ τίς ἂν εἴη ἄλλος ἀνὴρ ὁ ταῦτα φάσκων, ἢ ὁ ἐνανθρωπήσας Κύριος ἡμῶν, ἤτοι διὰ τὰς ἡμῶν ἀφροσύνας, ἃς εἰς ἑαυτὸν ἀνεδέξατο, ἢ διὰ τὴν
μωρίαν τοῦ κηρύγματος1 Cor. 1, 21.
σοφωτέραν καὶ ἰσχυροτέραν οὖσαν τῆς τῶν ἀνθρώπων σοφίας· ἐνθάδε μὲν φάσκων,
ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων·
ἐν δὲ ξή ψαλμῷ,
σὺ ἔγνως τὴν ἀφροσύνην μου·Ps. 68, 5.
φησὶν δὲ ὅτι καὶ
φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοὶ,
ὥσπερ ἐπ’ ἀνδραγαθήματι λαμπρυνάμενος ἐπὶ τῷ μηδεμίαν ἐσχηκέναι φρόνησιν τῶν παρασυμβληθέντων τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιωθέντων αὐτοῖς ἀνθρώπων· ἢ ὧν τὴν σοφίαν ἐμώρανεν ὁ Θεὸς μηδὲν πλέον φρονούντων τὰ ἐπὶ τῆς γῆς, ὅσα πέφυκεν σαρκῶν τε καὶ ὕλης οἰκεῖα· ὅθεν δὴ καὶ μεμαρτύρηνται ἐν τῇ γενεᾷ αὐτῶν φρόνιμοι εἶναι, τὸ (τῷ) μόνα τὰ ἐπὶ γῆς ζητεῖν καὶ διανοεῖσθαι ἐκ νεότητος ἐπὶ (ἔτι) τὰ πονηρά· ἀνθρωπεία μὲν οὐδαμῶς ἦν ἐν τῷ προειρημένῳ ἀνδρὶ φρόνησις, δῆλον δ’ ὅτι καὶ θεία ὑπεράνθρωπος· δι’ ὃ καὶ ἐπιφέρει λέγων,
Θεὸς δ’ ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἐγὼ ἔγνωκα·
εἶτα ἐρωτηματικῶς φησὶν, τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; οἱονεὶ διεγείρων ἡμᾶς ἐπὶ ζήτησιν τοῦ τὰ τηλικαῦτα περὶ ἑαυτοῦ διδάσκοντος, περὶ οὗ καὶ τὰ ἑξῆς εἴρηται ἰδίας δεόμενα σχολῆς. Ὁ μὲν οὖν θεῖος ἀπόστολος περὶ αὐτοῦ διδάσκων ἡμᾶς φησὶν,
ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν·Eph. 4, 10.
προτάξας τὸ κατεληλυθέναι αὐτὸν, εἶτ’ ἐπαναγαγὼν τὸ ἀνεληλυθέναι φησὶν, ἔπειτα κατεληλυθέναι· ἐπείπερ μετὰ τὴν
ἐκ νεκρῶν ἀνάστασιν εἰπὼν τῇ Μαριὰμ,
Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου·Io. 20, 17.
μετὰ ταῦτα ὤφθη τοῖς μαθηταῖς ἐπὶ ἡμέραις τεσσαράκοντα συναλιζόμενος[*](Act. 1, 4.) αὐτοῖς· ἀνεληλυθὼς δηλαδὴ πρὸς τὸν Πατέρα, καὶ αὖθις δι’ ἣν ἐπετέλει οἰκονομίαν κατεληλυ θώς. Δι’ ὃ καὶ εἴρηται·
Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις.Eph. 4, 8.
Τίνα δὲ ταῦτα ἢ τὰ διὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, ἅπερ ἐξ οὐρανοῦ κατεβίβασε; Δι’ ὃ καὶ ἐνταῦθα παρὰ τῷ Ἀκύλᾳ εἴρηται·
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατεβίβασεν; Αὐτὸς δὲ καὶ ἐκράτησε τῶν ἄκρων τῆς γῆς, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν λόγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.Ps. 18, 4.
Ὧι δὲ δέδοται λόγος γνώσεως, οὗτος εἴσεται ὅπως ἂν νοηθείη καὶ τὰ λοιπὰ τῶν κατὰ τὸν τόπον· προτρέπει δὲ ἡμᾶς ἐπὶ τὸ ζητῆσαι τί ὄνομα αὐτῷ τε καὶ τοῖς τέκνοις αὐτοῦ· πρὸς τοῦτο δ’ ὑπακουσόμεθα ἐκ τῆς ἐνεργείας παρειληφότες, αὐτῷ μὲν ὑπάρχειν ὄνομα Ἰησοῦς, ὅπερ ἑρμηνεύεται
Θεοῦ σωτηρία
· ὃ καὶ οἱ κατὰ σάρκα προσήκοντες κατὰ τὸν τοῦ Γαβριὴλ χρηματισμὸν ἐπιτεθείκασιν αὐτῷ, ὑποθεμένου καὶ τὴν αἰτίαν τοῦ ἀγγέλου τῆς τοιαύτης προσηγορίας,
αὐτὸς γὰρ σώσει φησὶ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.Matth. 1, 21.
Τὸ δὲ τῶν τέκνων αὐτοῦ ὄνομα, οἷς ἔλεγε,
Τεκνία, ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι,Io. 13, 33.
καὶ τῶν μετ’ ἐκείνους ἐν ἀπάσαις ταῖς ἐκκλησίαις υἱῶν τε αὐτοῦ καὶ υἱώνων καὶ ἀπογόνων, τί ἂν ἄλλο εἴη ἢ τὸ εὐλογημένον Χριστιανὸν ὄνομα;

Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι. Ὅτι ἐξ οἴκου δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Εἶδον σύμπαντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ’ αὐτοῦ. Οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.Eccles. 4, 13.
Ἐπεὶ Χριστὸς
σοφία Θεοῦ1 Cor. 1, 24.
ὢν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, οἶμαι περὶ αὐτοῦ λέγεσθαι τὸ,
ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα·
ὃν νομίζω εἶναι τὸν πεπαλαιωμένον ἡμερῶν κακῶν διάβολον· ὃς βασιλεὺς μέν ἐστιν τῶν βασιλευομένων ὑπὸ τῆς ἐνεργουμένης ὑπ’ αὐτοῦ ἁμαρτίας, ἄφρων γε μὴν διὰ τὸ ἐστερῆσθαι τῆς ἐναρέτου καὶ κατὰ Θεὸν φρονήσεως· ὁ δὲ προειρημένος
ἀγαθὸς καὶ σοφὸς παῖς, ἐξ οἴκου δεσμίων,
ἤτοι τοῦ περιγείου τόπου, ἤτοι τῶν ἐν Ἅιδῃ χωρίων, κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν προελθὼν βασιλεὺς ὑπὸ τοῦ Πατρὸς ἐπὶ Σιὼν τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ κατέστη, καὶ ἐν αὐτῇ τῇ βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης,
οὐχ ἁρπαγμὸν ἡγούμενος τὸ εἶναι ἴσα Θεῷ,Phil. 2, 6.
ἀλλ’ ἑαυτὸν ταπεινῶν καὶ τῆς ἀνωτάτω δοξῆς ὑποκαταβαίνων διὰ τοὺς μὴ χωροῦντας αὐτοῦ τὸν τῆς σοφίας πλοῦτον· τὸν δ’ ἀντὶ τούτου λεγόμενον ἀναστήσεσθαι δεύτερον νεανίσκον, τὸν ἀντίχριστον εἶναι
ὑπολαμβάνω, μεθ’ οὗ σύμπαντας τοὺς ὑπὸ τὸν ἥλιον ζῶντας καὶ περιπατοῦντας ἑορακέναι φησὶν ὁ λόγος· τίνες δ’ ἂν εἶεν οὗτοι, ἢ πάντες οἱ περιέποντες τὴν ὑπὸ τὸν ἥλιον λεγομένην
ματαιότητα ματαιοτήτων
;

Καί γε τοῦτο εἶδον σοφίαν ὑπὸ τὸν ἥλιον, καὶ μεγάλη ἐστὶ πρὸς μέ. Πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι, καὶ ἔλθῃ εἰς αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσει αὐτὴν, καὶ οἰκοδομήσει ἐπ’ αὐτὴν χάρακας μεγάλους· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα καὶ σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἓν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἄνθρωπος οὐκ ἐμνήσθη τῷ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἑξουδενωμένη, καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι.Eccles. 9, 13.
Ἐπεὶ καὶ ἐνταῦθα ὁ μὲν τὰ τοῦ πολέμου ἐνεργῶν βασιλεὺς εἶναι λέγεται, ὁ δὲ διασώζων τὴν ὑπὸ τούτου πολιορκουμένην πόλιν ἀνὴρ πένης καὶ σοφός· λεγομένου δὲ καὶ ἐν τῷ πρὸ τούτου κεφαλαίῳ τοῦ,
ἀγαθὸς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα,
τὸν μὲν ἄφρονα βασιλέα τὸν διάβολον ἐξειλήφαμεν, τὸν δὲ πένητα καὶ σοφὸν τὸν δι’ ἡμᾶς ἑαυτὸν κενώσαντα καὶ πτωχεύσαντα τοῦ Θεοῦ Λόγον· τούτου δὴ χάριν καὶ τὰ προκείμενα ἐσημειωσάμεθα, οὐκ ἄλλον εἶναι νομίζοντες τὸν ἐνθάδε διαγραφόμενον πολεμικὸν βασιλέα τοῦ ἐκεῖ λεγομένου βασιλέως ἄφρονος· ὡσαύτως δὲ τὸν ἐνταῦθα διασώζοντα τῇ ἑαυτοῦ σοφίᾳ τὴν πολιορκουμένην πόλιν τοῦ ἐκεῖ πένητος καὶ σοφοῦ, ὃν ἐλέγομεν εἶναι τὸν Χριστόν· ὃς τὴν μικρὰν πόλιν,
τουτέστι τὸν περίγειον τόπον συγκρίσει τοῦ παντὸς κόσμου βραχύτατον ὄντα, καὶ τοὺς ἐν αὐτῇ, ὡς ἐν παραθέσει τῆς τῶν λογικῶν ἁπάντων πληθύος ὀλίγους ὄντας ἐπὶ πάντα τὰ ἔθνη, ὡς σταγών ἐστιν ἀπὸ κάδου, ἐλυτρώσατο πολιορκουμένους ἀπὸ τῆς τοῦ διαβόλου βασιλείας, πάντοθεν τὸν περίγειον χῶρον καὶ τοὺς ἐν αὐτῷ κυκλοῦντος, οἰκοδομοῦντός τε ἐπ’ αὐτὸν χάρακας μεγάλους,
τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας.Eph. 6, 12.
Τούτον οὖν οὐκ ἄλλος τίς ἢ μόνος καθεῖλεν ὁ πένης καὶ σοφὸς ἀνὴρ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, κενώσας ἑαυτὸν καὶ δι’ ἡμᾶς πτωχεύσας ἐν τῷ πλούτῳ τοῦ ἑαυτοῦ ἐλέους, καὶ καθελὼν διέσωσεν ἐν τῇ σοφίᾳ αὐτοῦ τὴν μικρὰν πόλιν, ὡς εἰκὸς τὴν ἐκκλησίαν καθ’ ἑτέραν· ἐκδοχὴν, καὶ τοὺς ἐν αὐτῇ ὀλίγους ὄντας· ἐπειδὴ
στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσιν οἱ διιόντες αὐτήν.Matth. 7, 14.
Φασὶ δ’ οἱ τὴν τηλικαύτην ὁρῶντες οἰκονομίαν τὸ,
ἀγαθὴ σοφία ὑπὲρ δύναμιν·
δύναμιν δὲ δῆλον ὅτι τὴν τῶν πολεμίων· ἀλλὰ καὶ,
ἄνθρωπος
, φησὶν,
οὐκ ἐμνήσθη τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου·
Θεὸς μὲν γὰρ ἦν ὁ διὰ τῶν προφητῶν μνημονεύων αὐτοῦ, καὶ προκηρύττων τὰ περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ· τῶν δ’ ὑπὸ τῆς σοφίας τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος ἐνεργηθέντων οὐδὲ εἷς πώποτε ἐμνήσθη, ἐπεὶ μὴ δ’ οἷοί τε ἦσαν εἰδέναι τὸ. μυστήριον τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων τῆς κατὰ τὴν ἐνανθρώπησιν οἰκονομίας τοῦ Λόγου τοῦ Θεοῦ. Πρὸς τούτοις λέγεται ὅτι
καὶ σοφία τοῦ
πένητος ἐξουδενωμένη·
καὶ γὰρ εὐδόκησεν ὁ Θεὸς
διὰ τῆς μωρίας τοῦ κηρύγματος σώσαι τοὺς πιστεύοντας·
ἀλλὰ καὶ
οἱ λόγοι αὐτοῦ,
φησὶν,
οὐκ εἰσὶν ἀκουόμενοι·
οὐ πάντων γάρ ἐστιν ἀκοῦσαι τῶν τοῦ Σωτῆρος λόγων, εἰ μὴ μόνον τῶν ἐχόντων ὦτα εἰς τὸ ἀκούειν· καὶ γὰρ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ κεκαλυμμένον ἐστιν,[*](2 Cor. 4, 3.) πλὴν οὐ τοῖς αὐτοῦ μαθηταῖς, τοῖς γὰρ ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον.

Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ’ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ’ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστι τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ’ ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλακίδων

καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν. οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο.

Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων,

Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης·Job. 9, 7.
καὶ πάλιν,
ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι.Job. 3, 8.
Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?) μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς[*](Jos. 10, 12.) εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν. Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ’ ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἐξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ. λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου,
καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ’ ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ· πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης,
Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου·Es. 25, 8.
ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν.

Ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ τὰ τῆς ἑαυτοῦ προνοίας καὶ οἰκονομίας ἔργα διεξιών φησιν,

καὶ συλλαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτῷ ἔθου ἐπὶ τῆς γῆς; Ἀφείλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συνέτριψας; Ἦλθες δὲ ἐπὶ πυγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;Job. 38, 14.
Ταῦτα δέ φησιν ὁ Κύριος πρὸς τὸν Ἰὼβ περὶ ἑαυτοῦ, ὡς μηδενὸς ἑτέρου πλὴν αὐτοῦ μόνου δυναμένου τὰ τηλικαῦτα ἐνεργεῖν· τίς γάρ ἐστιν ὁ λαβὼν γῆν καὶ πλάσας ζῷον, ἢ ὁ Θεὸς ὁ λαβὼν χοῦν ἀπὸ τῆς γῆς καὶ πλάσας τὸν ἄνθρωπον; Ἅμα δὲ διδασκόμεθα ἐντεῦθεν, ὡς ἄρα ὁ πλάσας τὸν ἄνθρωπον αὐτός ἐστιν ὁ καὶ εἰς τὰ κατώτέρα τῆς γῆς καταβὰς, καὶ εἰς τὴν λεγομένην καρδίαν αὐτῆς, ἥντινα νῦν ὑπολαμβάνω πηγὴν θαλάσσης
ὠνομάσθαι· ἔτι δὲ καὶ ὁ ἐν ἴχνεσιν θαλάσσης περιπατήσας, ᾧ μόνῳ μετὰ φόβου ἠνεώχθησαν αἱ τοῦ θανάτου πύλαι, καθ’ ὅτι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ, ὃν καὶ οἱ πυλωροὶ τοῦ Ἅιδου ἰδόντες ἔπτηξαν, ὁρῶντες τὸ νῖκος καὶ τὸ κέντρον, καὶ τὰς ὡδῖνας τοῦ θανάτου δι’ αὐτοῦ καθαιρουμένας· τάχα δὲ τούτοις τοῖς πυλωροῖς τῶν ἐνθάδε λεγομένων πυλῶν τοῦ θανάτου ὑπό τινων θείων δυνάμεων ἐλέγετο κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Σωτῆρος ἡμῶν καταβάσεως τὸ,
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης·Ps. 23, 7.
αἰώνιοι δὲ εἴρηνται πύλαι, ὡς ὑπολαμβάνω, διὰ τὸ ἐξ αἰῶνος μηδενὶ ἄλλῳ αὐτὰς ἀνεῖσθαι ἢ τούτῳ μόνῳ τῷ καὶ τοὺς παλαί ποτε καταποθέντας ὑπὸ τοῦ θανάτου ῥυσαμένῳ καὶ ζωοποιήσαντι· περὶ οὗ ἐνθάδε μὲν εἴρηται τὸ,
ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν· ἐν δὲ τῷ ρς’ ψαλμῷ τὸ, ὅτι συνέτριψε πύλας χαλκὰς,Ps. 106, 16.
οὐκ ἄλλας οὔσας, ὡς οἶμαι, ἢ τὰς τοῦ θανάτου,
καὶ μοχλοὺς σιδηροῦς συνέτριψεν·
δῆλον δ’ ὅτι τοὺς τῶν προειρημένων πυλῶν. Ταῦτα μὲν οὖν ἡμῖν ὡς ἂν μηδενὶ ἑτέρῳ ἢ τῷ Χριστῷ ἁρμόζοντα εἰς αὐτὸν ἐξείληπται· αὐτὸς γάρ ἐστιν ᾧ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ, ὥστε αὐτὸν ἀφαιρεῖν μὲν ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονας δὲ ὑπερηφάνων συντρίβειν· εἰ δέ τις περὶ τοῦ τῶν ὅλων Θεοῦ οἰηθείη ταῦτα λέγεσθαι, ἐπιστησάτω εἰ εὐσεβές ἐστιν τὸν φάσκοντα,
οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν
ποδῶν,
τὸν ἐμπεριέχοντα τὰ πάντα Θεὸν τοῦτον φάσκειν, ἢ κἂν ἐννοεῖν ἐν ἴχνεσι θαλάσσης περιπεπατηκέναι· τί δὲ καὶ θαυμαστὸν, ἢ ἄξιον τῆς ἀγενήτου φύσεως, ὥσπερ μέγα τί φάσκειν ἡνεῶχθαι αὐτῷ τὰς τοῦ θανάτου πύλας; ἄρα δὲ πρέποι ἂν τῷ τῶν ὅλων Θεῷ ὡς μέγα τί καὶ παράδοξον περὶ ἑαυτοῦ διεξέρχεσθαι τὸ τοὺς πυλωροὺς τοῦ λαοῦ ἰδόντας αὐτὸν ἐπτηκέναι; Ἀλλ’ (οὐκ) οἶμαι ταῦτα περὶ αὐτοῦ λέγεσθαι, δύναταί γε μὴν ἐφαρμόζειν εὐσεβῶς καὶ ἀβιάστως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἐνανθρωπήσαντα, καὶ θάνατον ὑπομείναντα, ἀναστάντα τε ἐκ νεκρῶν μετὰ θείας δυνάμεως καὶ τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Πατρὸς ἐξουσίας.

Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν,

Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι;Job. 41, 2.
φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ’ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ,
ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·
ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων,
θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.Io. 16, 33.

Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν·

λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα.

Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα.Os. 5, 14.
Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ,
καὶ ἔσομαι ὡς πάνθηρ,Os. 13, 7.
ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον·
Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστι κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ’ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ’ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ’ ὧν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ’ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει.

Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ’ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινι παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει.

Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν.Os. 10, 14.
Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου.Os. 11, 1.
Ἀντὶ τοῦ,
καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ,
δουλεύσας τῷ Ἑβραϊκῷ,
Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου,
ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν·
χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ.Matth. 2, 21.
Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα,
ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου·
σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ,
ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ·
ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης
ἐν ὄρθρῳ·
δύναται καὶ περὶ τοῦ Ἡρώδου
προθεσπίζεσθαι τὸ,
κατεσιωπήθη βασιλεὺς Ἰσραήλ·
ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ’ αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Εἰ δ’ ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ,
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται·
καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι·
διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ’ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ’ ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὠβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι
γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω. Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ’ ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν.

Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι.Os. 11, 9.
Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ’ ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων,
Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.Matth. 10, 5.

Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.Am. 4, 11.
Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ,
καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα·Gen. 19, 24.
καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ
ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου·
ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία.

Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.Am. 4, 12.
Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ’ ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας.

Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.Abd. 1.
Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς
ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον.

Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ,

ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας·Matth. 12, 40.
τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν.

Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός.Mic. 1, 3.
Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λεγεσθαι ὑπειλήφαμεν.

Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ
ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά· διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν.Mic. 3, 9.
Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα,
δεῦτε καὶ ἀναβῶμεν εἰς
τὸ ὄρος Κυρίου·
καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ’ ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ ιο καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς προτέρας μεταβαλόντας ἁγίας καὶ πολεμικῆς καταστάσεως τὸν ἤρεμον καὶ εἰρηνικὸν ἐπ . . ....... Ταῦτα μὲν ἡ προφητεία· σκοπεῖν δὲ πάρεστιν εἰμ ......... τοῦ Σωτῆρος ἡμῶν παρουσίαν διὰ τοὺς οἰκοδομήσαντας ....... τοῖς αἵμασι τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τω ...... λων αὐτοῦ· οὓς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ὁ Ἰουδαίων ἀνεῖλε λ.. ... διὰ τοὺς τὰ λοιπὰ ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλε.. ....... μελήσαντας τὸ Σιὼν ὄρος ὡς οὐδεπώποτε ἄλλοτε .......... Ἱερουσαλὴμ πεπολιόρκηται· ὧν μετὰ τὴν ἐρήμωσιν ἡ επ.. καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ Θεοῦ· ὧν ἐτύγχανον τ . . . . σκιὰ καὶ τύποι καὶ παραδείγματα πᾶσι
τοῖς εἰς τὸν ............ Θεὸν διὰ Χριστοῦ προσεληλθόσι πεφανέρωται.

Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐ(ν χιλι) άσιν Ἰούδα· ἐξ οὗ μοι ἑξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχο(ντα) ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰώνων·Mic. 5, 2.
.... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς (κα)τὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ.......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως.... .. ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν .......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε .............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν α...... ..... νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς .............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ ........... ρʹ καγένεσιν, μὴ δ’ ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου......... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως . .. ...... σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο... ... υ· ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα ... ....... γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν ... . . . τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν ........ υσιν ὅς τις ποτ’ εἴη παραστῆσαι τὸν ... προφητευόμενον ὡς ατελῆ ..... κατ’ αὐτούς· δῆλον
δ’ ὅτι καὶ ψευδῆ διελέγχεσθαι τὴν θείαν ........ πρόρρησιν· ὅ γε μὴν σωτήριος καὶ εὐαγγελικὸς τοῦ Χριστοῦ λόγος ἄρχων κατέστη τοῦ νοητοῦ Ἰσραὴλ, κυρίως τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ πάσης τῆς ἐναρέτου καὶ διορατικῆς ψυχῆς Ἰσραὴλ ......... ἐπινοουμένης.

Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς.Soph. 3, 8.
Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἔθνων ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ’ ἂν καὶ τετ’ . . . . τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων . ............ κληφθείη τὰ κατὰ τὸν τόπον.

...... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ....... εύσαντα ὑμᾶς·Zach. 2, 8.
εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων,
(γνώσε)σθε, ὅτι Κύριος παντοχράτωρ
ἀπέσταλκέ με.
Ὁ λέγων ἁ ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο ...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν ........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ . ... ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν.

..... καὶ εὐφραίνου θύγατερ Σιὼν, ὅτι ἰδοὺ, ἐγὼ ἔρχομαι, καὶ ...... σκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ... .. ολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐ ..... λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ... γνώσῃ, ....... . παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ.Zach. 2, 10.
Καὶ τίς ......... ὁ ταῦτα φάσκων καὶ ὁμολογῶν ἀπεστάλθαι ὑπὸ παντοκράτορος, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γένους ἀποσταλείς· ὃς τὰ προκείμενα ........ .. ἐπουράνιον Σιών· ἧς παράδειγμα τὸ ἐπὶ γῆς ὄρος ἐτύγ . . . ... καὶ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀπὸτείνεται· προ . ..... . ενος αὐτῇ τὴν κλῆσιν τῶν δι’ αὐτοῦ σωθησομέ ... ὑπ’ αὐτοῦ βασιλευθησομένων ἐν αὐτῇ.