De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὥρα δ’ οὖν τὰ νέα τοῖς παλαιοῖς ἀντιπαραβάλλειν καὶ τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν ἐκ τῆς τῶν χειρόνων ἀντιπαραθέσεως ἐπισκοπεῖν, διακρίνειν τε καὶ συνορᾶν ὡς πάλαι μὲν πρόπυλα καὶ τε- [*](1 nach λεωφ. + ἐκτὸς Vita C. | ἐπ’] ἐν Vita C. | 4 διεφθορόσι, ό auf Ras., J | γύννιδες J, γύνιδες καὶ ἀπροστάτῃ < J | ἀποστατη, ο auf Ras., N | 8 ἐπεχείρουντὄφωρ Η, ἐπεχείρουν ἔφορος JN | 9 τῷ] τὸ Η | σεμνὸν J | nach σεμνῶν + ἀνδρῶν Vita C. | 10 οὐ HJ | οἷα τε < JN | 11 καὶ + vor ταῦτα Vita C. | 12 αὐγῶν J, Vita C., αὐτῶν Η, αὐτοῦ Ν | 13 ἐλύετο J, λύετο ΗΝ | βασιλικῶ, ω auf Ras., J | 16 nach τὰ + μετὰ Η | 18 ἀρρωγὸς J | 27 καὶ οὐκέτ’ — 218, 33 ἐπαιρόμενοι < JN.)

v.1.p.218.
μένη ἄλση τε καὶ ἱερὰ κατὰ πᾶσαν πόλιν αὐτοῖς φιλοπόνων ἐξησκεῖτο ἀναθήμαςί τε πάνυ πολλοῖς ἐστεφανοῦντο οἱ ναοί.

καὶ θεῶν μὲν πολλὺς ἦν ὁ παρὰ τοῖς τότε τυράννοις λόγος, ἔθνη τε καὶ δῆμοι κατ’ ἀγροὺς καὶ κατὰ πάντα τόπον ἤδη τε κατ’ οἴκους ἐν αὐτοῖς αὐτῶν ταμείοις τε καὶ θαλάμοις βωμοῖς καὶ ἀγάλμασιν ἐτίμων τὰ πάτρια, τῆς δ’ εὐσεβείας αὐτοῖς ὁ καρπὸς οὐ τὰ νῦν ὀφθαλμοῖς ὁρώμενα τῆς πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνης, πάντα δὲ τἀναντία τούτοις, πόλεμοι καὶ μάχαι καὶ στάσεις· αἷς διὰ παντὸς τοῦ βίου κατατριβόμενοι αἵμασι καὶ φόνοις ἐμφυλίοις τὰς ἑαυτῶν ἐπλήρουν χώρας.

οἱ τ’ αὖ πρὸς αὐτῶν τιμώμενοι μαντείας μὲν καὶ χρησμοὺς καὶ μελλόντων προγνώσεις σὺν κολακεὶᾳ πολλῇ τοῖς τότε κρατοῦσιν ἐπηγγέλλοντο, τὸν δὲ σφῶν ὄλεθρον οὐκ ἔγνωσαν προγνῶναι οὐδὲ προφῆσαι σφίσιν αὐτοῖς, ὅ δὴ καὶ μέγιστον γένοιτ’ ἄν δεῖγμα τοῦ τῆς ἀπάτης ἐλέγχου.

οὐδεὶς γοῦν πώποτε τῶν ἐπὶ χρησμοῖς πάλαι θαυμαζομένων τὴν εἰς ἀνθρώπους ἔκλαμψιν τοῦ κοινοῦ σωτῆρος προγόρευσεν οὐδὲ τὸ νέον κήρυγμα τῆς ὑπ’ αὐτοῦ προβληθείσης θεογνωςίας· ἀλλ’ οὐδ΄ αὐτὸς ὁ Πύθιος συνῆκεν οὐδ’ ἕτερος τῶν μεγαλοδαιμόνων τὴν οἰκείαν ἐρημίαν οὐδὲ τὸν πολιορκητὴν ἐθέσπισεν οὐδὲ τὸν αὐτῶν καθαιρέτην ἐμαντεύσατο.

τίς δὲ χρησμῳσὸς ἤ μάντις τὰ μὲν αὐτῶν σεμνὰ νέου τινὸς ἐπιφανέντος τῷ βίῳ σβεσθήσεσθαι, τὴν δ΄ εἰς τὸν πάντων βασιλέα γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις παραδοθήσεσθαι προηγόρευσεν; τίς τὸ σεμνὸν τοῦτὶ καὶ θεοσεβὲς βαςίλειον αὐτόν τε τὸν καλλίνικονἩμῶν τά τε κατὰ δαιμόνων αὐτῷ πανταχοῦ γῆς ἀνεγηγερμένα τρόπαια καὶ τῶν ὑψηλῶν τὸν ἀφανισμὸν προέγνω;

τὴν δὲ διὰ πυρὸς χωνείαν καὶ τὴν ἐξ ἀχρήστου ἰδέας εἰς ἀναγκαίας χρήσεις τῶν ἀψύχων μεταβολὴν τίς πώποτε ἡρώων διεστείλατο; χωνευομένων δ’ αὐτοῖς τῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ξοάνων εἰς λεπτόν τε γελοίως κατακοπτομένων τίς πώποτε θεῶν ἐμνημόνευσεν;

ποῖ δ’ ἦσαν οἱ τούτων ἀρωγοὶ μὴ οὐχὶ ἐπαμύνειν τοῖς αὐτῶν ἀφιερώμασιν ὑπ’ ἀνθρώπων ἀφανιζομένοις; σφῶν πολιορκητὰς ἐν βαθυτάτῃ διατελοπυντας εἰρήνῃ θεώμενοι; ποὶ δὲ οἱ τούτοις ὡς θεοῖς ἐπιθαρσοῦντες καὶ τεποιθήσει ματαίᾳ τοὺς λογισμοὺς ἐπαιρό- [*](1—33: vgl. (doch grosse Diffe4renzen) Euseb. Theoph. Syr. II, 78–80 (Lee Transl. engl. S. 136, 32–138, 29).) [*](5 βωμοῖς < with images and altars Syr. = καὶ (?) ἀγάλμασιν καὶ βωμοῖς, vielleicht so | κατὰ + vor τὰ πάτρια Val., aber these (Deities) of their fathers Syr. | 24 ἀνεπηγερμένα Η | 26 ἰδέαν Η.)

v.1.p.219.
μενοι, οἱ τὴν μὲν πλάνην εἰς ὕψος ἐγείραντες πόλεμον δ’ ἀκήρυκτον κατὰ τῶν προμάχων τῆς ἀληθείας ἀράμενοι;

ποῖ τὸ τῶν θεομάχων γιγάντων στῖφος καὶ τῶν δρακόντων τὰ συρίγματα, οἵ τὰς γλώττας ἀκονήσαντες φωνὰς ἀθέους κατὰ τοῦ παμβασιλέως ἠφίεσαν;

ἀλλ’ οἱ μὲν τῷ βασιλεῖ τῶν ὅλων πεπολεμωμένοι πολυπληθείᾳ θεῶν θαρροῦντες, σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆ ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι, ὁ δ’ εὐσεβείας θώρακι πεφραγμένος τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων ἀντιπαρατάξας, ὁμοῦ τὴν κατ’ ἐχθρῶν καὶ κατὰ δαιμόνων νίκην ἀπηνέγκατο, εἶτ’ εὐγνώμονι λογισμῷ χαριστήριον ἀποδιδοὺς εὐχὴν τῷ τῆς νίκης αἰτίῳ φωνῇ μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ νικοποιὸν ἀνεκήρυττεν σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τοῦτὶ κατὰ πάντων πολεμίων ἐγείρας, διαρρήδην τε ἀνεξάλειπτον σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον.

τοῦτο μὲν δὴ γνωρίζειν ἅπαντας ἐδίδασκεν ἀνθρώπους, πρό γε πάντων τὰ στρατιωτικά, οὕς δὴ μάλιστα χρῆναι μὴ δόρασι καὶ παντευχίαις μηδ’ ἀλκῇ σωμάτων τὰς ἐλπίδας ἐξάπτειν, τὸν δ’ ἐπὶ πάντων εἰδέναι θεόν, τὸν παντὸς ἀγαθοῦ καὶ αὐτῆς νίκης δοτῆρα.