De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδῶν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινᾶ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν πολδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν.

ταῦτ’ τὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδίας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεςίαν ἀπήρκουν, οὕς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο.

οἱ δ’ εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαπων μέσον παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς παρακελευόμενοι, κἄπειτα ἀπογυμνοῦτες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.

οἷον δὲ καὶ τόδ΄ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ καὶ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέδμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες, κἀπὶ τούτοις ὁ μέγα ςβασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρςὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείχανον, ὄμματι βασιλικῷ περιεσκόπει·

οἷα δέ τις οὐρανοπετὴς ἀετῶς ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ αὐτὸς τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν, δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ’ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ’ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι [*](216, 1–217, 16: fast = Vita Const. III, 54, 4ff. (= S. 102, 1 — 103, 18). — 19 vgl. Hom. Od. 4, 242.) [*](1 ἐπειδὴ — 19 δεισιδαίμοσιν < J | 3 πεπλανημένα (was auf das in Vita C. befindliche πεπλασμένα deutet) H, πεποιημένα Ν | 5 ἀναπετάσας ΗΝ ἀναπετάσαι Vita C. | 6 στρατοπεδίας HSS | 9 εὐσεβείας ΗΝ | 10 μέσοι Vita C. | 13 ἐγκελ. Vita C. | 11 φωράν Val., φῶρας ΗΝ | 17 nach λυσιτελὲς + καὶ Ν | 18 καὶ < Η |19 δὲ < Wil. | 20 ἔρρεξε Vita C. | 21 ἐσκύλευτο J | 22 οἵδε Vita C., οἵ γε HSS | 27 αὐτὸς HSS. οὗτος Vita C. | 29 συνεῖδεν, das erste ε auf Ras., J | 30 τοῦτο Vita C. (Cod. V).)

v.1.p.217.
φιλοτιμεῖται,

τὸ δὲ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ’ ἀκρωρείας μέρει τοῦ Λιβάνου καθιδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας ἅπασιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διερθορόσι τὰ σώματα· γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνηςάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τε αὖ παράνομοι ὁμιλίαι, κλεχίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστατῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦτο. φώρ τε οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν αὐτόθι τολμᾶν παριέναι.

ἀλλ’ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷα τε ἦν τὰ τῇδε δρώμενα λανθάνειν, α υτοπτήσας δὲ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἔξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δὲ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει. ἐλύετο δῆτα αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ’ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδε ἀκόλαστοι,

ἀλλὰ γὰρ ὧδε καὶ τὰ τῆς λαοπλάνου φάσματα κακίας ἐμφανῆ τοῖς πᾶσι καταστηςάμενος βασιλεύς, τὸν αὐτοῦ σωτῆρα τοῖς πᾶσιν ἀνεκήρυττεν, οὐκ ἦν τε ἀρωγὸς οὐδεὶς οὐδ’ ἐπαμύνων τοῖς ἑαλωκόσιν, οὐ δαίμων, οὐ θεός, οὐ χρησμῳδός, οὐ μάντις. οὐδὲ γὰρ ἔτι σκοτίῳ ζόφῳ αἱ τῶν ἀνθρώπων ἐκαλινδοῦντο ψυχαί, θεοσεβείας δὲ ἀπλανοῦς ἀκτῖσι πεφωτισμέναι τοῖς μὲν αὐτῶν προπάτορσι κατεμέμφοντο ἀγνωςίαν ἠλέουν τε αὐτοὺς τῆς ἀβλεψίας, σφᾶς δὲ αὐτὰς μακαρίας ἀπέφαινον ὡς ἄν δεινῆς ἠλευθερωμέναι πλάνης.

οὕτω δῆτα ἐν βραχεῖ θεοῦ μεγάλου βουλῇ βασιλέως τε ὑπουργίᾳ πᾶν τὸ τῶν ἐχθρῶν καὶ πολεμίων ὁρωμένων τε καὶ ἀφανῶν ἀνῄρητο γένος, εἰρήνη τε λοιπὸν ἀγαθὴ καὶ κουροτρόφος τὸ πάντων ἀνθρώπων διελάμβανεν οἰκητήριον, καὶ οὐκέτ’ ἦσαν πόλεμοι, ὅτε μηδὲ θεοί, ἀλλ’ οὐδὲ μάχαι κατ’ ἀγροὺς καὶ κατὰ πόλεις, οἷαι τὸ πρὶν ὅτε τὰ δαιμόνων ἐπήνθει, καὶ οὐκέθ’ αἹμάτῶν παρ’ ἀνθρώποις ἐκχύσεις, ὡς ὅτε τὰ τῆς πολυθέου μανίας ἤκμαζεν.