Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δ’ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ’ἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀννάγκη τὸ γένος. προσθήκης δ’ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοπυτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δ’ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρ’ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι.

ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἶα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον [*](20ff.: vgl. Lact. Divin. Instit. I, 16, 5—6.) [*](1 ἐξαιρετῶς V, ἐξ αἱρέσεως JMAE| ἢ < Wil.| 3 ἂν + Hkl| |6 ἄλλῳ δὲ Val., ἄλλῳ τε Wil., ἄλλωστε V, ἄλλ΄ ὥστε JMAE| 7 φιλανθρωπότερον Wil., φιλ.-ος HSS| 8 μηδένα V | ἀφανισθείσης, αν über der Zeile, V| 17 ἐπανήκομεν σεως, εως auf Ras., V| ἀφανισθείσης, αν über der Zeile, V| 17 ἐπανήκομεν ΜΑΕ| 22 παιδοφθορίαιJ| 24 ἐπιγινομένης V| ἂν Val., Οὖν VMAE, < J| ἐπιγιγνομένων Hkl| 27 λέγωμεν V, λέγομεν JMAE| αὐτῶν Hkl, αὐτὰς HSS| 29 γὰρ ΗSS, γοῦν Val.| ὕμνους — συνθείς < JMAE| 31 τεκταίνεται V, τεκμαίρεται JMAE| παιδιάν Wil., παιδίαν V, παιδείαν JMAE.)

v.1.p.158.
πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι.

τῶν δ’ ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.