Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιβφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας ἐξουςίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας.

ἐν προφανεῖ δ’ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενἠσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.

ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ’ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ’ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν

τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν·

  • Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάάνθη.
  • καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·
  • Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν.
  • τί τούτου φανερώτερον; προστίθησι γάρ·
  • Ἤλυθε Κθμαίου μαντεύματος εἰς τέλος ὀμφή,
  • [*](6 vgl. Lact. Divin. inst. IV, 15, 26 ff. — 16 vgl. Cic. De Divin. II. 54. — 24 Verg. Ecl. IV, 7. — 26 Verg. Ecl. IV, 1. — 28 Verg. Ecl. IV, 4.) [*](1 θεὸς ἡμῶν HSS, Or. Sib. ΦΨ, θεοσημείοις Ω, θεοςήμοις Rzach | 3 καὶ ταῦτα hier beginnt Cap. ιθ (19) in VE | 8 τῶν VJ, τὸν ME | 12 ἀληθεία J | 13 ὡς < J | 14 τοῦ < V | 17 ἐντάξαι Wil., συντ. HSS | 18 δ’ + Wil. | ἀνηρῆσθαι V, ἀναιρεῖσθαι JME | 20 ἔτεσι VJM, ἔτη E | 23 τῶν] τῆς ME | τὴν + vor Ιταλίαν J | 24 ἔπειτα] ἐπὶ τὰ V | 25 ἐν < V | τόπῳ Ν!, τρόπω V, τόπων JME | 28 ἤλυθε VE, κλυθε, ε auf Ras., + γε J, κλῦτε M | ὀμφήν JM.)
    v.1.p.182.
    Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.

    καὶ οὐκ ἠρκέσθη Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ Μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις;

  • Αὖθις ἄρ’ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν·
  • Ἥκει παρθένος αὖθις ἄγους’ ἐρατὸν βασιλῆα.