Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.

ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὲν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ’ ἴσης τῷ θρησκευομένῳ ὑπ’ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἀλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι’ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.

αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι’ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως.

  • δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται·
  • Ηξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων
  • Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα.
  • Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι
  • Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο,
  • Σαρκοφόρων ψυχὰς δ’ ἀνδρῶν ἐπὶ βήματι κρίνει.
  • Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἂκανθαγένηται,
  • Ρίψωσίν τ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα,
  • Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν,
  • Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.
  • [*](19 ff. Oracula Sibyllina ed. Rzach VIII, 217—243 (vgl. Augustinus De civit. dei XVIII, 23). — 26 Ρίψωσι — ἅπαντα: Lact. Div. inst. VII, 19, 9 = I, p. 646, ed. Brandt.) [*](4 μαρτύριον Ε | 5 γάρ τοι] γὰρ V | 6 δηλονότι < J | 7 λογίοις H k l | πιστεύουσιν, aber ου auf Ras., J, πιστεύωσιν VME | 11 ὁ < VM | 12 ἠλι*θιότητι V | 14 τοίνυν] οὖν J ] 15 δεισιδ., ει u. ι auf Ras., J | 16 ὄντως < J | 19 γὰρ] δὲ Or. Sib. | 20 αἰῶνις V | 21 Wortfolge κρῖναι πᾶσαν V | 22 καὶ E, κ’ V, τ’ JM | 23 χρόνου, ου auf Ras., J | 24 σαγκοφόρον VE, σαρκοφόρος J, σαρκοφόρων M, σαγκοφόρων ἀνδρῶν ψυχὰς oder σ. ψυχὰς (δ’) ἀνθρώπων Or. Sib. | ψυχάς, υχ auf Ras., J | δ’ V, τ’ JME | βήματος Μ, Or. Sib. Ω | κρινεῖ VME, κρίνη J, κρίνει Or. Sib. die meisten HSS | 26 ῥίψωσι HSS, -ν Wil., ῥίψουσι(ν) δ’ Or. Sib. | 27 ἐκκαύσῃ — < JE | ἐκκαύσε Μ, Or. Sib. | 28 ἰχνεύειν JE | ῤήξῃ τε] ῥήξει τε VJM, φρύξειε oder φλέξει δὲ Or. Sib.)
    v.1.p.180.

  • Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει,
  • Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει,
  • Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει.
  • Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει,
  • Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.
  • Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι,
  • Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται.
  • Υψώσει δὲ φάραγγας, ὁλεῖ δ’ ὑψώματα βουνῶν.
  • Υγος δ’ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται,
  • Ισά τ’ ὂρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα
  • Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ,
  • Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν,
  • Σάλπιγξ δ’ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει,
  • Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου.
  • Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα,
  • Ηξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες.
  • Ρεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου,
  • Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον
  • Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται·
  • Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου,
  • Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·
  • Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.
  • [*](10—11 vgl. Lact. Div. instit. VII, 16, 11 = I, p. 636, 20 ed. Brandt. — 13 Σάλπιγξ — ἀφήσει: Lact. Div. inst. VII,16, 11 = I, p. 637. —15—16 Ταρτ. — ἅπαντες: Lact. Div. inst. VII, 20, 3 = I, p. 648.)[*](1 Wortfolge πᾶσα τότε V | 2 τῶν ἁγίων, ἀνόμους (oder ἀνόμων) δὲ Or. Sib. (besser!) | ἐλέγξεις so oder ἑλίξει oder φλέξει Or. Sib. | 3 ὅς πόσα JM | ἔλαθε JM | 5 τ’] δ’ Or. Sib. | τ’ ἐκ] τε J | ἔσται] ἥξει Or. Sib. ΦΨ | 7 εἰλίξει VJ, Or. Sib., εἱλήξει Μ, εἰλείξει Ε | 8 ἀλῆ V | 9 λυγρὸν HSS (auch Or. Sib.), λοιπὸν anon. Paris. | 10 τ’] δ’ Or. Sib. Ω | 11 εἰς] ἔτι Or. Sib. (besser) | εἴξει V, ἥξει JM, ἕξει Ε, Or. Sib. (besser) | γῇ] τῆ V | κεραυνῶ] τοτ’ ἔσται Or. Sib. Ω | 12 ποταμοῖς τε oder ποταμοὶ δε Or. Sib. | τε < VE | κοχλάζοντες V, Or. Sib. Ψ (so Wil.) | λείψουσι V | 13 σάλπιξ V, Or. Sib. zwei HSS | 14 μύσος Or. Sib. ΦΨ, μῦσος V, Or. Sib. Ω, < JME | μελέων Or. Sib. ΦΨ, μᾶλλον Ω, μέλλον VJ, τὸ μέλλον ME | κόσμον J | 15 ταρτάρεον Or. Sib. | δὲ Or. Sib., Lact., < VJM | τότε Or. Sib., Lact., ποτε VJM | 16 ἥξουσι VJM | βασιῆος Lact. | 17 ἠδέ γε θείου VE, ἠδὲ θείου JM, ἠδὲ θεείου nach der Uebers. von Augustinus ignisque et sulphuris amnis | 18 zu ἀριδείκετον am Rande φανερὸν V | ἀριδείκετον οἷον] σφρηγὶς (od. σφραγὶς) ἐπίσημος Or. Sib. | 20 τε] δὲ Or. Sib. | 21 φωτίζων J, Or. Sib. | κλητοὺς V, Or. Sib., πιστοὺς JME.)
    v.1.p.181.
  • Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν
  • Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ’ ἡμῶν.
  • Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ’ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.