Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Tαῦτα πάντα ἀφιέρου βασιλεὺς διαιωνίζων εἰς ἅπαντας τῶν τοῦ σωτῆρος ἡμῶν ἀπστόλων τὴν μνήμην. ᾠκοδόμει δ’ ἄρα καὶ ἄλλο τι τῇ διανοίᾳ σκοπῶν, ὅ δὴ λανθάνον τὰ πρῶτα κατάφωρον πρὸς τῷ τέλει τοῖς πᾶσιν ἐγίγνετο.

αὐτὸς γοῦν αὐτῷ εἰς δέοντα [*](HSS, auch in NC, in V steht hier νζ ὅπως περςῶν . . . und dann eine halbe Seite leer gelassen. Der Abschnitt fehlt auch in Stephani Ed. aber findet sich in [] ein- geschlossen in der Editio Genenensis. Das Ganze aus falsch angewandten Eusebiani- schen Ausdrücken dürftig zusammengesetzt | τῷ τῆς ἐκκλησίας σχήματι] (ἐν) ἐκ- κλησίας σχήματι wäre Eusebianischer Sprachgebrauch | τὴν ἐκείνου τοῦ πολέ- μου παρατ. scheint nicht Eus. Sprachg. zu sein | 2 ἐπενόει ,,ausdachte” passt nich! | 3 ἐν τούτῳ πέρσαι] die Conjunction fehlt | πρὸς πόλεμον παρασκευῆς u. μάχῃ πρὸς αὐτὸν συμβαλεῖν klingt nicht Eusebianisch | 5 εἰρηνικώτατος] kaum Eusebianisch | 6 φιλικὰς δεξιὰς σὺν ἐκείνοις ἐσπείσατο ist falsch | 7 ὁ vor βα- σιλεὺς ist falsch | τὰς εὐχὰς ἀποδιδοὺς] sollte z. B. εὐχαριστηρίους εὐχὰς ἀ. heissen | 9 ἐπὶ τούτοις] die Conjunction fehlt | ἐν τῇ ἐπωνύμῳ] αὐτοῦ fehlt | 11 ἐξαστράπ- τοντας V | 13 δὲ ὑπὲρ — δώματι < ΜΒΑ | 15 ὑετὸν ἀσφαλῆ Ηkl| 16 αὐγαῖς] εὐχαῖς V | 17 δικτυωτὰ, τα auf Ras. B2, τ auf Ras. J|20 ἦν steht nach παμμεγ. in J| 21 ταύτῃ — διέτρεχον ΗSS, ταύτην — περιέτρεχον (?) Ηkl | 22 ἀναλαμπτήρια V, (B undeutlich), ἀνακλιντήρια (?) Ηkl.)

v.1.p.142.
καιρὸν τῆς αὐτοῦ τελευτῆς τὸν ἐνταυθοῖ τόπον ἐταμιεύσατο, τῆς τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θά- τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θά- νατον προνοῶν ὑπερβαλλούςῃ πίστεως προθυμίᾳ γενήσεσθαι, ὡς ἄν καὶ μετὰ τελευτὴν ἐξιῷτο τῶν ἐνταυθοῖ μελλουςῶν ἐπὶ τιμῇ τῶν ἀποστόλων συντελεῖσθαι εὐχῶν. διὸ καὶ ἐκκλησιάζειν ἐνταυθοῖ παρεκελεύετο, μέσον θυσιαστήριον πηξάμενος.

δώδεκα δ’ οὖν αὐτόθι θήκας ὡσανεὶ στήλας ἱερὰς ἐπὶ τιμῇ καὶ μνήμῃ τοῦ τῶν ἀποστόλων ἐγείρας χοροῦ, μέσην ἐτίθει τὴν αὐτὸς αὐτοῦ λάρνακα, ἧς ἑκατέρω- θεν τῶν ἀποστόλων ἀνὰ ἕξ διέκειντο. καὶ τοῦτο γοῦν, ὡς ἔφην, σώφρονι λογισμῷ, ἔνθα αὐτῷ τὸ σκῆνος τελευτήσαντι τὸν βίον εὐπρεπῶς μέλλοι διαναπαύεσθαι, ἐσκόπει.

ἀλλ’ ὁ μὲν ἐκ μακροῦ καὶ πρόπαλαι τῷ λογισμῷ ταῦτα προτυπούμενος ἀφιέρου τοῖς ἀποστόλοις τὸν νεών, ὠφέλειαν ψυχῆς ὀωησιφόρον τὴν τῶνδε μνή- μην ποιεῖσθαι αὐτῷ πιστεών, θεὸς δὲ αὐτὸν καὶ τῶν κατ’ εὐχὰς προσδοκηθέντων οὐκ ἀπηξίου. ὡς γὰρ τὰς πρώτας τῆς τοῦ πάσχα ἑορτῆς συνεπλήρου ἀσκήσεις τήν τε σωτήριον διήγαγεν ἡμέραν λαμπρὰν ἠδὲ εὐφρόσυνον, αὐτῷ τε καὶ τοῖς πᾶσι τὴν ἑορτὴν κατα- φαιδρύνας, ἐν τούτῳ μέχρι τέλους τὴν ζωὴν διανύοντα καὶ ἐν τούτοις ὄντα θεός, ᾧ ταῦτα συνεξετάλει, κατὰ καιρὸν εὔκαιρον τῆς θείας ἐπὶ τὸ κρεῖττον μεταβάσεως αὐτὸν ἠξίου.