Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἔπειτα καὶ τὴν σκηνὴν τῷ τῆς ἐκκλησίας σχήματι πρὸς τὴν [*](31 vgl. Socr. H.E. I, 18.) [*](1 ἐνεφύρετο Hkl, ἐνεείρετο ΗSS| 3 μακρὰν JMBA| μῆνις V, δίκη JMBA| 4 συνέσει] προθέσει J | αὐτῆς V, καὶ JMBA | 5 προσόδους Val., προόδους ΗSS|7τε V, δὲ JMBA | 9 τοῦ βίου < Α | 10 ἀκροτηρίου V | τε V, δὲ JMBA | κατατείνας (,,ut iam alii”) Val., κατά τινας HSS | 12 τὴν παροῦσαν< ΜΒΑ | τὴν + vor ζωὴν Α | 15 μαρτυρούμενος V| 16 δοκησόφων JMBA|18 λόγοις] λεγομένοις Α | 19 πο- λυθέων auf Ras. in V | 21 λίαν MBA | 23 κινήσεως VM, J, aber κ und ν auf Ras. J, das ganze Wort auf Ras. B2, νικήσεως Α | 27 δεῖν < Ηkl | καὶ < V | 30 ἐπαγγελίαις V, ἀγγελίαις JMBA | 31 ἔπειτα —141, 10 παρεσκευάζετο fehlt in allen)

v.1.p.141.
ἐκείνου τοῦ πολέμου παράταξιν σὺν πολλῇ φιλοτιμίᾳ κατειργάζετο, ἐν ᾗ τῷ θεῷ, τῷ τῆς νίκης δοτῆρι, τὰς ἱκετηρίας ἅμα τοῖς ἐπισκόποις ποιεῖσθαι ἐπενόιε.

Ἐν τούτῳ Πέρσαι πυθόμενοι περὶ τῆς βασιλέως πρὸς πόλεμον παρασκευῆς καὶ μάχῃ πρὸς αὐτὸν συμβαλεῖν σφόδρα φοβούμενοι, διὰ πρεσβείας αὐτὸν ἀξιοῦντο εἰρήνην ποιεῖσθαι. διὸ ὁ μὲν εἰρηικώτατος βασιλεὺς τὴν Περςῶν πρεσβείαν δεξάμενος, φιλεκὰς δεξιὰς προθύμως σὺν ἐκείνοις ἐσπείαστο. ἤδη δ’ ἡ μεγάλη τοῦ πάσχα ἑορτὴ παρῆν, ἐνᾗ ὁ βασιλεὺς τῷ θεῷ τὰς εὐχὰς ἀποδιδοὺς συνδιενυκτέρευσι τοῖς ἄλλοις.

Ἐπὶ τούτοις τὸ μαρτύριον ἐν τῇ ἐπωνύμῳ πόλει ἐπὶ μνήμῃ τῶν ἀπο- στόλων οἰκοδομεῖν παρεσκευάζετο· αὐτὸς δὲ νεὼν ἅπαντα εἰς ὕψος ἄφατον ἐπάρας, λίθων ποικιλίαις παντοίων ἐξαστράπτοντα ἐποίει εἰς αὐτὸν ὄροφον ἐξ ἐδάφους πλακώσας, διαλαβὼν δὲ λεπτοῖς φατνώμασι τὴν στέγην χρυςῷ τὴν πᾶσαν ἐκάλυπτεν· ἄνω δὲ ὑπὲρ ταύτην πρὸς αὐτῷ δώματι χαλκὸς μὲν ἀντὶ κεράμου φυλακὴν τῷ ἔργῳ πρὸς ὑετῶν ἀσφάλειαν παρεῖχεν· καὶ τοῦτον δὲ πολὺς περιέλαμπε χρυσός, ὡς μαρμαρυγὰς τοῖς πόρρωθεν ἀφορῶσι ταῖς ἡλίου αὐγαῖς ἀντανα- κλωμέναις ἐκπέμπειν. δικτυωτὰ δὲ πέριξ ἐκύκλου τὸ δωμάτιον ἀνάγλυφα χαλκῷ καὶ χρυςῷ κατειργασμένα.

Kαὶ ὁ μὲν νεὼς ὧδε σὺν πολλῇ βασιλέως φιλοτιμίᾳ σπουδῆς ἠξιοῦτο. ἀξφὶ δὲ τοῦτον αἴθριος ἦν αὐλὴ παμμεγέθης εἰς ἀέρα καθαρὸν ἀναπεπταμένη, ἐν τετραπλεύρῳ δὲ ταύτῃ στοαὶ διέτρεχον, μέσον αὐτῷ νεῷ τὸ αἴθριον ἀπολαμβάνουσαι, οἶκοί τε βασίλειοι ταῖς στοαῖς λουτρά τε καὶ ἀνα- καμπτήρια παρεξετείνετο, ἄλλα τε πλεῖστα καταγώγια τοῖς τοῦ τόπου φρουροῖς ἐπιτηδείως εἰργασμένα.