Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Προϋπῆρχε δ’ ἄρα καὶ ἄλλη τις τούτων προτέρα νόσος ἀργα- λεωτάτη ἐκ μακροῦ διενοχλοῦσα, τῆς σωτηρίου ἑορτῆς διαφωωία, τῶν μὲν ἑπεσθαι δεῖν τῇ Ἰουδαίων συνηθείᾳ φασκόντων, τῶν δὲ προσήκειν τὴν ἀδριβῆ τοῦ καιροῦ παραφυλάττειν ὥραν μηδὲ πλανωμένους ἕπεσθαι τοῖς τῆς εὐαγγελικῆς ἀλλοτρίοις χάριτος.

κἀν τούτῳ τοι- γαροῦν μακροῖς ἤδη χρόνοις τῶν ἁπανταχοῦ λαῶν διενηνεγμένων θεσμῶν τε θείων συγχεομένων, ὡς ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἑορτῆς τὴν τοῦ καιροῦ παρατροπὴν μεγίστην διάστασιν ἐποιεῖν τοῖς τὴν ἑορτὴν ἄγουσι, τῶν μὲν ἀσιτίαις καὶ κακοπαθείαις ἐνασκουμένων τῶν δ’ ἀνέσει τὴν σχολὴν ἀνατιθέντων, οὐδεὶς οἶός τ’ ἦν ἀνθρώπων θεραπείαν εὕρασθαι τοῦ κακοῦ, ἰσοστασίου τῆς ἔριδος τοῦς διεστῶσιν ὑπαρχού- σης, μόνῳ δ’ ἄρα τῷ παντοδυνάμῳ θεῷ καὶ ταῦτα ἰᾶσθαι ῥᾀδιον ἦν, ἀγαθῶν δ’ ὑπηρέτης αὐτῷ μόνος τῶν ἐπὶ γῆς κατεφαίνετο Κων- σταντῖνος. 3ὅς ἐπειδὴ τὴν τῶν λεχθέντων διέγνω ἀκοὴν τό τε κατα- πεμφθὲν αὐτῷ γράμμα τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν ἄπρακτον ἑώρα, τότε τὴν αὐτὸς ἑαυτοῦ διάνοιαν ἀνακινήσας, ἄλλον τουτονὶ καταγω- ωιεῖσθαι δεῖν ἔφη τὸν κατὰ τοῦ ταράττοντος τὴν ἐκκλησίαν ἀφανοῦς ἐχθροῦ πόλεμον.