Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

,,Ὅσοι γε μὴν ἢ μοχθηραῖς μεταλλείαις ἐμπονεῖν κατεγνώσθησαν ἢ τὰς πρὸς τοῖς δημοσίοις ἔργοις ὑπηρεσίας πληροῦν, τῶν διαρκῶν μόχθων τὴν γλυκεῖαν σχολὴν ἀμειψάμενοι κουφότερον καὶ τὸν μετ᾿ ἐξουσίας ἤδη βιούντων βίον, τὰς ἀμέτρους τῶν πόνων ἀηδίας εἰς πραεῖαν ἄνεσιν καταλύσαντες. εἰ δὲ καὶ τῆς κοινῆς παρρησίας ἀποπεσόντες ὑπάρχοιέν τινες καὶ δυστυχήσαντες ἀτιμίαν, μετ᾿ εὐφροσύνης τῆς προσηκούσης, οἷον ἀποδημίᾳ τινὶ χρονίῳ ἐχωρίσθησαν, τὴν προτέραν ἀξίαν ἀναλαβόντες ἐπὶ τὰς αὐτῶν ἐπειγέσθωσαν πατρίδας.“