Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Εἶτα αὐτὸν τὸν θεομισῆ κἄπειτα τοὺς ἀμφ' αὐτὸν νόμῳ πολέμου διακρίνας τῇ πρεπούσῃ παρεδίδου τιμωρίᾳ, ἀπήγοντό τ' αὐτῷ τυράννῳ καὶ ἀπώλλυντο τὴν προσήκουσαν ὑπέχοντες δίκην οἱ τῆς θεομαχίας σύμβουλοι, οἵ τε σμικρὸν ἔμπροσθεν τῇ τῶν ματαίων ἐλπίδι μετεωρισθέντες ἔργῳ τὸν Κωνσταντίνου θεὸν ὅστις ἠν παρελάμβανον καὶ τοῦτον ἄρα θεὸν ἀληθῆ καὶ μόνον γνωρίζειν ὡμολόγουν.