Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ταῦτα δὲ καὶ θεός, ὅν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῷ καὶ μεσάζοντι καὶ τελευτῶντιο, διδώσιλίας αὐτῷ δεξιὸς παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδάσκαλον θεοσεβοῦς ὑποραστάς, δείματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων ἀυτοκρατςοτςν οἷόν τινα μέγιστον γιστον φωστῆρα καὶ κήρυσα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας βείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο,

χρόνον μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαςι καὶ προσέτι λῷον τιμήσας, τούτων δὲ διπλάσιον τοῦ παντὸς αὐτῷ βίου τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τε ὀλετῆρα γιγάντων, οἵ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. ἀλλ’ οἱ μὲν ὡς εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα τε καὶ ἀπέσβησαν, τὸν δ’ αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι’αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας τῆς εἰς αὐτὸν διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς ὄντων ἀποστρέφεσθαι πλάνην.

Kαὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ’ ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ’αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστησι καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττη- [*](1 παντοίοις V | 2 ταῦτα hier fängt das neue Cap. in V an. | 3 ὄντα V, εἶναι JMBA|5 ἐνργὴς MBA | 7 ταῦτα hier nicht neues Cap. in V | 8 αὐτῶ J, Α ἀυτοῦ VMBA| δεξιὸς V al., δεξιῶς HSS| 9 διδάσκαλον Zimm., vgl. Z. 24; διδασκαλίαν ΗSS | 10 γοῦν V, oὖν JMBA| 13 προστησάμενος — V.<JMBA| 14 χρόνον Val., χρόνων HSS | 15 καὶ προσέτι λῷον unerständlich! Wil., wahrsch. Glossem, vgl. 10, 14 | 16 τοῦ—βιου <Hkl| V, <JABA| 18 νικητὴν VJ, νοητὴς ΜΒΑ|20 ὡς Ηκl, ὅσον HSS | 21 τε <Ηκl|22 πανοπλία am Rande V2 (im Teste wird mit enem Zeichen darauf hingewiesen), πανοπλία πανοπλία παντευχία (σο!) JMBA| θηντὸν VA, θνητῶν JMB | 24 εἰς αὐτὸν (vgl. z. I. 13,3 I,39,3) oder ἀληθοῦς Hkl, αὐτοῦ HSS| 25 ἀκοαῖς V. ἀρεταῖς JABA| μαρτυρούμενον ΗSS|τὴν] τῆς V | 26 τὴν V| 26 τὴν V | 29 ἀκθίστησι V, kauqisth JBA, καθέστη Μ.)

v.1.p.10.
τον, εἰσαεὶ νικῶντα τροπαίοις τε τοῖς κατ᾿ ἐχθρῶν διὰ παντὸς φαιδρυνόμενον, βασιλέα τε τοσοῦτον, ὅσος οὔδεὶς ἀκοῇ τῶν πάλαι πρότερον μνημονεύεται γενέσθαι· οὕτω μὲν θεοφιλῆ καὶ οὕτω δ’ εὐσεβῆ καὶ πανευδαίμονα, ὡς μετὰ πάσης μὲν ῥᾳστώνης πλειόνων ἢ οἱ ἔμπροσθεν κατασχεῖν ἐθνῶν, ἄλυπον δὲ τὴν ἀρχὴν εἰς αὐτὴν καταλῆξαι τελευτήν.

Περσῶν μὲν δὴ Κῦρον παλαιὸς ἀνυμνεῖ λόγος περιφανῆ βασιλέα ἀποφανθῆναι τῶν πώποτε. ἀλλ᾿ ἐπεὶ μὴ ταῦτα τέλος δ’ ἐχρῆν μακροῦ βίου σκοπεῖν, φασὶν αὐτὸν οὐκ αἴσιον αἰσχρὸν δὲ καὶ ἐονείδιστον ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι. Μακεδόνων δ’ Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ᾿ ἢ συντελέσαι εἰς ἄνδρας ὠκύμορον ὠκύμορον κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὑτος πρὸς τοῖς τριάκοντα τὴν πᾶσαν ζωὴν ἐνιαυθτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην οὑ πλέον ὁ τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δί αἱμάτων ἀνὴρ σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζφόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὤρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ᾿ ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν γένος, ἠφάνιζεν. αὐτίκα δ’ ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα περισπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ᾿ ὀ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται χοροῖς.