Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

δι’ ὧν τοὺς μὲν αὐτὸν δοξάζοντάς τε καὶ τιμῶντας ἀμοιβαίοις ὑπερβάλλεσθαι χαρίσμασι, τοὺς δ’ἐχθροὺς καὶ πολεμίους σφᾶς αὐτοὺς αὐτῷ καταστήσαντας τὸν ψυχῶν ὄλεθρον ἑαυτοῖς περιποιήσειν θεσπίσας, ἐντεῦθεν ἤδη τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἀψευδεῖς παρεστήσατο, ἀθέων μὲν καὶ θεομάχων τυράννων ἀπευκτὰ δείξας τοῦ βόπθ τὰ τέλη, τοῦ δ’αὐτοῦ θεράποντος ζηλωτὸν καὶ πολυύμνητον πρὸς τῇ ζωῇ καὶ τὸν θάνατον ἀποφήνας, ὡς ἀξιομνημόνευτον καὶ τοῦτον στηλῶν τε οὐ θνητῶν ἀλλ’ ἀθανάτων ἐπάξιον γερέσθαι.

θνητῶν μὲν γὰρ φύσις, θνητοῦ καὶ ἐπικήρου τίλους παραμύθιον εὑραμένη, εἰκόνων ἀναθήμασι τὰς τῶν προτέρων μνήμας ἀθανάτοις ἔδοξε γεραίρειν τιμαῖς, καὶ οἱ μὲν σκιαγραφίαις κηροχύτου γραφῆς ἄνθεσιν, οἱ δὲ γλυφαῖς ὕλης ἀψύχου ἀνδρείκελα σχήματα τεκτηνάμενοι, οἱ δὲ κύρβεσι καὶ στήλαις βαθείας γραμμὰς ἐγχαράξαντες, μνήμαις ὑπέλαβον αἰωνίαις τὰς τῶν τιμωμένων ἀρετὰς παραδιδόναι. τὰ δ’ ἦν ἄρα πάντα θνητὰ χρόνου μήκει δαπανώμενα, φθαρτῶν ἅτε σωμάτων ἰνδάλματα, οὐ μὴν ἀθανάτου ψυχῆς ἀποτυπῦντα ἰδέας. ὅμως δ’οὖν ἀπαρκεῖν ἐδόκει ταῦτα τοῖς μηδὲν ἕτερον μετὰ τὴν τοῦ θνητοῦ βίου καταστροφὴν ἐν ἀγαθῶν ἐλπίσι τιθεμένοις.

θεὸς δ’ἄρα, θεὸς ὁ κοινὸς τῶν ὄλων σωτήσ, μείζονα ἤ κατὰ θνητοὺς λογισμοὺς τοῖς εὐσεβείας ἐρασταῖς ἀγαθὰ παρ’ἑαυτῷ ταμιευσάμενος, τὰ πραωτόλεια τῶν ἐρασταῖς ἐπάθλων ἀνθένδε προαρραβωνίζεται, θνητοῖς ὀφθαλμοῖς ἁμωσγέπως τὰς ἀθανάτους πιστούμενος ἐλπίδας.

παλαιοὶ ταῦτα χρησμοὶ προφητῶν γραφῇ παραδοθέντες [*](2 μακραῖς V, μακρῶν JMBA| 4 τε <Ηkl| θνητὸς V, καὶ ὁ JABA| 7 καὶ καθόλου λόγω V, <JMBA|9 καὶ θεοῦ V, καὶ θυݲ (υݲ auf Rasur) A, καὶ θεῶ JMB | 11 ὑπερβάλλεσθαι V, ὑποβάλλεσθαι JMBA|17 στηλῶν τε V al., τε στηλῶν ΗSS | 20 σκιαγραφίαις VMA, σκιαγραφίας JB, <Hkl | κηροχύτου γραφῆς usw., vgl. III, 3, 2 u. 3; (oder auch σκιραφίαις κηροχύτου γραφῆς ἀσαφέσιν Hkl, vgl. Plat. Kritias 107 C; Hein. sonst =, aber für ἀσαφέσιν schreibt Hein. ἀσθενέσιν). |21 ἀνδρίκελα V, ἀνδρείκελα AJ, aber λ auf Rasur J 1, ἀνδρείκελλα MB| 22 βαθείαις MB, βαθεία*ς JA| 23 ὑπέλαβον V, ὑπέβαλον JBA, ὑπέβαλλον Μ |32 ταῦτα]γοῦν, auf Rasur, J. aus J| 29 ἑαυτοῦ Μ | 31 ἀμοσγέπως ΜB | 32 υαῦτα] γοῦν, auf Rasur, J.)

v.1.p.9.
θεσπίζουσι, ταῦτα βίοι θεοφιλῶν ἀνδρῶν παντοίας ἀρεταῖς πρόπαλαι διαλαμψάντων τοῖς ὀφιγόνοις μηνμονευόμενοι μαρτύρονται, ταῦτα καὶ ὁ καθ’ ἡμᾶς ἀληθῆ ὄντα διήλεγξε χρόποτε τῆς Ῥωμαίων ἀρχὴς καθηγησαμένων γεγονὼς φίλος ἐναργὲς ἅπασιν ἀθρώποις παρόδειγμα θεοσεβοῦς κατέστη βίου.