Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τὰ μὲν πλεῖστα πλεῖστα καὶ βασιλικὰ τοῦ τρισμακαρίου στρατηγήματα συμβολάς τε καὶ παρατάξεις πολέμων ἀριστείας τε καὶ νίκας καὶ τρόπαια τὰ κατ' ἐχθρῶν θριάμβους τε ὁπόσους ἤγαγε, τά τε κατ εἰρήνην αὐτῷ πρὸς τὴν τῶν κοινῶν διόρθωσιν πρός τε τὸ συμφέρον ἐκάστου διωρισμένα νόμων τε διατάξεις, ἅς ἐπὶ λυσιτελείᾳ τῆς τῶν ἀρχομένων πολιτείας συνετάττετο, πλείστους τε ἄλλους βασιλικῶν ἄθλων ἀγῶνας, τοὺς δὴ παρὰ τοῖς πᾶσι μνημονευομένους, παρήσειν μοι δοκῶ, τοῦ τῆς προκειμένης ἡμῖν πραγματείας σκοποῦ μόνα τὰ πρὸς τὸν θεοφιλῆ συντείνοντα βίον λέγειν τε καὶ γράφειν ὐποβάλλοντος. μυρίων δ' ὅσων ὅντων καὶ τούτων, τὰ καιριώτατα καὶ τοῖς μεθ' ἡμᾶς ἀξιομνημόνευτα τῶν εἰς ἡμᾶς ἐλθόντων ἀναλεξάμενος, τούτων αὐτῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐκθήσομαι τὴν [*](2 περιλαμβάνων V Ι 4 τῶν τούτου ΜΑV2B2, τούτω V1J, τὰ τούτω B1 Ι 5 εὐτυχῆσαι VJ, aber Punkte unter εὐ V2, τυχῆσαι MBA Ι 9 διὸ neues Cap. in VMBA Ι 10 lieber ἀφθόνων Hkl Ι 11 πρὸς θεῖον V, πρὸς τὸν θεῖον JMBA Ι 19 γ’ ἂν Hkl, γοῦν HSS Ι 22 παρασκ. M, παρησκ., aber η von zweiter Hand ändert in ε, B Ι 23 hier nicht neues Cap. in V Ι τὰ] ταῦτα V, aber Punkte unter υτα V2 Ι μακαρίου V Ι στρα- τηγήματα V, διηγήματα JMBA Ι 25 τὰ τε < MB Ι κατ’ εἰρήνην αὐτῶ < JMBA Ι 26 πρὸς τῶν τῶν κοινῶν διόρθωσιν < MBA | πρός τε VJMA, πρὸς B Ι 29 δὴ BA, δὲ VJM Ι 31 τὸν < J.)

v.1.p.13.
ὑφήγνσιν, τοῦ καιροῦ λοιπὸν ἐπιτρέποντος ἀκωλύτως παντοίαις φωναῖς τὸν ὡς ἀληθῶς μακάριον ἀνυμνεῖν, ὅτι μὴ τοῦτο πράττειν ἐξῆν πρὸ τούτου, τῷ μὴ μακαρίζειν ἄνδρα πρὸ τελευτῆς διὰ τὸ τῆς τοῦ βίου τροπῆς ἄδηλον παρηγγέλθαι. κεκλήσθω δὲ θεὸς βοηθός, οὐράνιός τε συνεργὸς ἡμῖν ἐμπνείτω λόγος. ἐξ αὐτῆς δὲ ἤδη Πρώτης ἡλικίας τοῦ ἀνδρὸς ὧδέ πη τῆς γραφῆς ἀπαρξώμεθα.