Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐμοὶ δὲ εἰ καὶ τὸ λέγειν ἐπάξιόν τι τῆς τοῦ ἀνδρὸς μακαριότητος ἄπορον τυγχάνει τό τε σιωπᾶν ἀσφαλὲς καὶ ἀκίνδυνον, ὅμως ἀναγκαῖον μιμήσει τῆς θνητῆς σκιαγραφίας τὴν διὰ λόγων εἰκόνα τῇ τοῦ θεοφιλοῦς ἀναθεῖναι μνήμῃ, ὄκονου καὶ ἀργίας ἀφοσιουμένῳ ἔγκλημα. αἰσχυνοίμην γὰρ ἂν ἐμαυτόν, εἰ μὴ τὰ κατὰ δύναμιν, κἂν σμικρὰ ᾖ ταῦτα καὶ εὐτελῆ, τῷ πάντας ἡμᾶς δἰ ὑπερβολὴν εὐλαβείας [*](1 ἃπαντας < MBA | ἐθνάρχας σατράπας καὶ βάρβ. MBA ξενίοις τε καὶ nur in V Ι 4 αὐτὸν, ο aus ω, J Ι 5 ὥστε V, aber τε über der Zeile von V2 Ι αὐτὸν über der Zeile V2 Ι 6 παρὰ τοῖς] παρ' αὐτοῖς V Ι 7 ἀκο΄θεσθαι V1, βοᾶσθαι über der Zeile V2 Ι 9 μὲν < J Ι 10 ἐνημβρύνετο MBA, inj ein Buchst, ausradiert zwischen η u. β 14 besser θείων, vgl. S. 12,28 Ι 15 αὐτοῦ VMBA, αὐτῶ J, vgl. S. 8,29 Ι 17 ὁ θρόνος V. θρόνος JMBA Ι 18 εἰς auf Ras. J Ι κατήσει, aber σ gestrichen, V Ι 20 αὐτὸς V, αὐτὸν JMBA, αὐτῶ J Ι 24 εἰς — αἰῶνας nur in V Ι 28 τῇ < MBA Ι ἀφοσιουμένω YJ (das erste ο auf Ras. J), ἀφωσιωμένως Μ, ἀφωσιωμένω (aber das letzte ω ändert in υς) B, ἀφωσιουμένους A Ι 29 τὰ κατὰ] τὴν κατὰ Μ.; Val. κατὰ τὴν ἐμαυτοῦ δυν., wobei er ἐμαυτοῦ aus dem vorhergehenden ἐμαυτὸν gewinnt Ι 30 τῶ πάνμᾶς (ἡμᾶς ὑπερβολὴν εὐλαβαίας θεὸν A.)

v.1.p.12.
θεοῦ τετιμηκότι συμβαλοῦμαι. ἶμαι δὲ καὶ ἄλλως βιωφελὲς καὶ ἀναγκαῖον ἔσεσθαί μοι τὸ γράμμα περιλαμβάνον βασιλικῆς μεγαλονοίας πράξεις θεῷ τῷ παμβασιλεῖ κεχαρισμένας. ἡ γὰρ οὐκ αἰσχρὸν Νέρωνος μὲν τὴν μνήμην καὶ τῶν τούτου μακρῷ χειρόνων δυσσεβῶν τινων καὶ ἀθέων τυράννων ἀόκνων εὐτυχῆσαι συγγραφέων, οἳ δὴ φαύλων ὑποθέσεις δραμάτων ἑρμηνείᾳ κομψῇ καλλωπίσαντες πολυβίβλοις ἀνέθηκαν ἱστορίαις, ἡμᾶς δὲ σιωπᾶν οὓς θεὸς αὐτὸς τοσούτῳ συγκυρῆσαι βασιλεῖ, οἶον ὁ σύμπας οὐχ ἱστόρησεν αἰών, εἰς ὄψιν τε καὶ γνῶσιν αὐτοῦ καὶ ὁμιλίαν ἐλθεῖν κατηξίωσεν; διὸ προσήκοι ἄν, εἴ τισιν ἄλλοις, καὶ ἡμῖν αὐτοῖς ἀγαθῶν ἄφονον ἀκοὴν κηρύττειν ἅπασιν, οἳς ἡ τῶν καλῶν μίμησις πρὸς θεῖον ἔρωτα διεγείρει τὸν πόθον. οἱ μὲν γὰρ βίους ἀνδρῶν οὐ σεμνῶν καὶ πράξεις πρὸς ἠθῶν βελτίωσιν ἀλυσιτελεῖς χάριτι τῇ πρός τινας ἢ ἀπεχθεί¨α, τάχα δέ που καὶ πρὸς ἐπίδειξιν τῆς σφῶν αὐτῶν παιδεύσεως συναγαγόντες, κόμπῳ ῥημάτων εὐγλωττίας αἰσχρῶν πραγμάτων ὑφηγήσεις οὐκ εἰς δέον ἐξετραγᾠδησαν, τοῖς μὴ μετασχεῖν τῶν κακῶν κατὰ θεὸν εὐτυχήσασιν ἔργων οὐκ ἀγαθῶν ἀλλὰ λήθῃ καὶ σκότῳ σιωπᾶσθαι ἀξίων διδάσκαλοι καταστάντες. ἐμοὶ δὲ ό μὲν τῆς φράσεως λόγος, λόγος, εἰ καὶ πρὸς τὸ μέγεθος τῆς τῶν δηλουμένων ἐμφάσεως ἐξασθενεῖ, φαιδρύνοιτό γ' ἂν ὅμως καὶ ψιλῇ τῇ τῶν ἀγαθῶν πράξεων ἀπαγγελίᾳ, ἡ δέ γε τῶν θεοφιλῶν διηγημάτων ὑπόμνησις οὐκ ἀνόνητον ἀλλὰ καὶ σφόδρα βιωφελῆ τοῖς τὴν ψυχὴν εὖ παρεσκευασμένοις ποριεῖται τὴν ἔντευξιν.