De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αὐτίκα γοῦν ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων τοῦ Πέτρου περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος«ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως«, μὴ νοήσας τὴν τοῦ λόγου διάνοιαν ἐντεῦθεν τὴν βασιλείαν τοῦ Χριστοῦ περιγράφειν πειρᾶται, ὅρον τινὰ φάσκων καὶ προθεσμίαν τῆς βασιλείας αὐτοῦ δηλοῦσθαι διὰ τὸ λέγεσθαι »ἄχρι χρόνων ἀποκαταστάσεως«.

τὸ αὐτὸ δὲ

87v
τοῦτο συνίστασθαί φησιν καὶ διὰ τοῦ φάσκοντος Ψαλμοῦ »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«, καὶ Παῦλον δὲ τὸν ἀπόστολον διὰ τοῦτο εἰρηκέναι τὸ δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«· τὸ γὰρ »ἕως« καὶ τὸ »ἄχρι« περιωρισμένου χρόνου σημαντικὸν εἶναι ὑπέλαβεν. ἐπάκουσον γοῦν ὅπως κατὰ λέξιν γράφει λέγων
(Nr. 104) διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης, πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.

τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πως ἔφη δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«. οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία.
καὶ μεθ’ ἕτερα ἐπιλέγει
(Nr. 104) καὶ διὰ τοῦτο αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως«, καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι.

οἷς μεθ’ ἕτερα ἐπιλέγει

(Nr. 104) πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ [δι’ αὐτοῦ] δυνατὸν γένοιτ’ ἄν; σαφῶς γοῦν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι’ ἡμᾶς γεγενῆσθαι συμβεβηκέναι καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτω καὶ τέλος ἔχειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πως εἰπὼν εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«.