De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«. δι’ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μὴ γὰρ τὴν σάρκα 〈, φησίν.〉 ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ’ εὖ ἴστε ὅτι »τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«, ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα. ὧν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίῳ τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς.

μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ

περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμᾶς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελεῖ« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους.

ἀλλ’ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς

(Nr. 105) τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν τοῦτο ὑμᾶς σκανδαλίζει;« ἔφη ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ«.

πρὸς ὃν ἦν εἰπεῖν· καὶ πόθεν σοι, ὦ γενναῖε, ἡ προσθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικῇ γραφῇ; τὸ γὰρ τοῦ ἀνθρωπίνου σώματος ἁψάμενον τὸν σωτῆρα καὶ δείξαντα αὐτὸ τοῖς ὁρῶσιν εἰρηκέναι τοῦτο ὑμᾶς σκανδαλίζει;« παρὰ σαυτοῦ πλάττεις καὶ τὴν προσθήκην ἀπὸ σαυτοῦ ποιεῖσθαι τολμᾷς. ὃ δὴ τόλμημα παρ’ ἑαυτοῦ λαβὼν ἐντεῦθεν οἴεται παρασκευάζειν, ἔρημον τῆς ἐνεργείας τοῦ λόγου τὴν σάρκα τοῦ σωτῆρος καταλειφθήσεσθαι, λέγων

(Nr. 104) εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγῳ; |
οὕτω μὲν οὖν ἀμαθῶς καὶ ἀνεπιστημόνως τὴν εὐαγγελικὴν παρερμηνεῦσαι φωνὴν ὡρμήθη. καὶ τῶν ἀποστολικῶν δὲ ὁμοίως ῥημάτων διαστρόφους ἐξηγήσεις ἐποιεῖτο.