De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐκοῦν ἀποσιωπήσει τότε ὁ θεός, πρὸ τούτου μὲν λαλῶν καὶ τῷ λόγῳ χρώμενος ἐνεργῷ, τότε δὲ κατ’ αὐτὴν τὴν ἐπηγγελμένην βασιλείαν οὐρανῶν τοῦ οἰκείου λόγου καὶ τῆς ἐν αὐτῷ

66r
σοφίας ἀποστερῶν τοὺς ἁγίους αὐτοῦ. ὁρᾷς εἰς οἷον κεχώρηκεν κρημνὸν μηδενὶ χειραγωγῷ χρησάμενος, μηδὲ ταῖς θείαις γραφαῖς· ταῦτα γοῦν πάντα ἀπὸ μιᾶς φωνῆς, ἣν μὴ νενόηκεν, ἑαυτῷ συνέθηκεν.

αὐτίκα 〈γὰρ〉 χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς νέας καὶ καινῆς διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος, μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐ τοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ ταύτῃ μόνῃ συνεπλάκη, οὐδ’ αὐτῇ ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῃ ἀλλ’ ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ, δι’ ἧς αὐτὸν ὠνόμασεν, »ἐν ἀρχῇ ἦν ὁ λόγος« εἰπὼν »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«. ἔνθεν γοῦν ὁρμηθεὶς ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον ὅμοιον τῷ παρ’ ἡμῖν ἐγνωσμένῳ τὸν υἱὸν ἠρνήσατο.

καίτοι οὐ λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκλπκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ θεὸν καὶ φῶς καὶ υἱὸν καὶ μονογενῆ· αὐτόν τε τὸν σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς γραφῆς, δι’ ὅλου δὲ τοῦ εὐαγγελίου ζωὴν καὶ φῶς καὶ μονογενῆ καὶ υἱὸν θεοῦ καὶ ἀλήθειαν καὶ ἀνάστασιν καὶ ἄρτον ζωῆς καὶ ἄμπελον καὶ ποιμένα καὶ μυρία ἕτερα, ὥσπερ οὖν ἤδη προδέδεικται.

τί δήποτ’ οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ’ οὖν αὐτοῖς ῥήμασιν λέγων

(Nr. 40) οὐ καταχρηστικῶς ὀνομασθεὶς λόγος, κἂν διαρραγῶσιν
οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.

καὶ πάλιν

(Nr. 39) μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, 〈ἀλλ’〉 ἀληθῆ ὄντα λόγον.
καὶ αὖθις
(Nr. 43 = 81) πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.
καὶ πάλιν
(Nr. 42) πρὸ τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν« , ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν· καὶ πόθεν ἡμῖν, ὦ οὗτος, |

τὸ οὐδὲν ἕτερον προστίθης καὶ τὸ μόνον; τὸ μὲν γὰρ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀκριβῶς ἔγνωμεν· καὶ οὐ μόνον, ἀλλὰ καὶ »καὶ θεὸς ἦν ὁ λόγος« καὶ »φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον« καὶ »μονογενὴς ἦν υἱὸς« καὶ ὅσα κατείλεκται ἕτερα. ὅτι δὲ λόγος ἦν μόνον καὶ οὐδὲν ἕτερον ἢ λόγος οὐκ ἂν ἔχοι τις εἰρημένον ἀποδεῖξαι.

πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; διὰ τί γὰρ οὐχὶ μᾶλλον υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον καὶ οὐδὲν ἕτερον ἢ υἱόν; διὰ τί δὲ οὐ θεὸν καὶ οὐδὲν ἕτερον ἢ θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωὴν καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιότατα ἂν προτείνειεν.

ἀλλ’ ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ’ ἂν ἁμαρτάνων (πάντα γὰρ ἀθρόως ἐστὶν ταῦτα, εἷς ὢν υἱὸς τοῦ θεοῦ καὶ εἴ τι τούτων ἀνώτερον, καθ’ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων διαφόρων

66v
καὶ τῶν ἐπηγοριῶν ἠξιωμένος),

οὕτω καὶ ἐπὶ τοῦ λόγου ὁ φὰς μόνον λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου λόγον αὐτὸν ἀποκαλέσαντος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερα, τοῦ δὲ σωτῆρος φῶς καὶ ἀλήθειαν καὶ ζωὴν καὶ μονογενῆ υἱὸν καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος λόγον δὲ οὐδαμῶς, πῶς οὐκ

ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασεν μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.

ἀλλὰ καὶ

(Nr. 40) κυρίως (φησὶν) καὶ ἀληθῶς ὑπάρχων ‹λόγος.
διατί δὲ μὴ κυρίως καὶ ἀληθῶς ὑπάρχων› θεός; οὐ γὰρ δὴ ἕτερος ἦν ὁ λόγον αὐτὸν ἀνειπών, ἕτερος δὲ ὁ θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς ὁμοῦ ‹θεὸν› καὶ λόχον αὐτὸν ἐδίδαξεν εἰπὼν »καὶ θεὸς ἦν ὁ λόγος« , ὁ δ’ αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασεν. διατί οὖν μὴ κυρίως καὶ ἀληθῶς υἱὸν μονογενῆ καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ σωτὴρ 〈διὰ〉 τοῦ εὐαγγελιστοῦ περὶ ἑαυτοῦ μεμαρτύρηκεν; ὁ δὲ πάντα παρεὶς μόνον λόγον αὐτὸν κυρίως καὶ ἀληθῶς ὑπάρχειν φησίν· καὶ προστίθησιν ὡς ἄρα μόνον εἴη λόγος, ἐντεῦθέν τε καταπίπτει ἐπὶ τὴν τοῦ ἀνθρωπείου λόγου ὁμοιότητα.|

καὶ φῶς μὲν αὐτὸν ἀκούων οὐκ ἐκπίπτει ἐπὶ τὸ σωματικὸν φῶς, οὐδ’ ὅμοιον αὐτὸν εἶναί φησι τῷ ἡλίου φέγγει, ἐπὶ δὲ τοῦ λόγου σημαντικὸν αὐτὸν δίδωσιν καὶ ὅμοιον τῷ ἀνθρωπίνῳ· ὡς ποτὲ μὲν λέγειν αὐτὸν ἡσυχάζειν ἐν τῷ θεῷ ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἐντὸς καὶ ἐκτὸς γίγνεσθαι αὐτοῦ, καθ’ ὁμοιότητα τοῦ παρ’ ἡμῖν λόγου, τοῦ τε ἐνδιαθέτου καλουμένου καὶ τοῦ κατὰ προφορὰν διὰ φωνῆς ἐξακουομένου.

λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν

(Nr. 56) πάντα γὰρ ὅσα ‹ἂν› ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
καὶ αὖθις ταῦτά φησιν
(Nr. 92) πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ ‹τοῦ› λόγου.
εἶτ’ ἐπιφέρει
(Nr. 108) οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ.

τοσαῦτα περὶ τοῦ λόγου εἰπών, τὴν εὐαγγελικὴν φωνὴν ἐπάκουσον ὅπως πειρᾶται διερμηνεύειν ὧδε γράφων

(Nr. 46) ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς ‹καὶ› διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« . οὐ μιᾷ μαρτυρίᾳ χρώμενος τὴν ἀιδιότητα σημαίνει τοῦ λόγου.

καὶ πάλιν φησὶν

(Nr. 48) τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.
καὶ αὖθις ἐπιλέγει
(Nr. 47) ἵν’ ἐν μὲν τῷ φῆσαι »ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον (ἀρχὴ γὰρ ἀπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὗ τὰ πάντα«), ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« |

ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον (»πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο
67r
οὐδὲ ἕν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· »ἐν ἐμοὶ« γάρ φησιν »ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί« .
διὰ τοσούτων Μάρκελλος τὴν ὑπόστασιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναιρῶν, τὸν θεῖον εὐαγγελιστὴν τῆς ἑαυτοῦ κακοδοξίας μαρτύρεται, ὡς οὐδὲν ἕτερον αὐτὸν ἐπιστάμενον ἢ λόγον, ποτὲ μὲν ἐνεργοῦντα ἄλλοτε δὲ ἡσυχάζοντα ἐν τῷ θεῷ καὶ οὐδὲν ἕτερον ὄντα ἢ αὐτὸν τὸν θεόν.

καίτοι ὁ μέγας εὐαγγελιστὴς ἅμα καὶ θεολόγος τρίτον ἐν ταὐτῷ μνημονεύσας τοῦ λόγου, οὐδ’ ἅπαξ εἴρηκεν αὐτὸν θεοῦ λόγον. οὐ γὰρ εἶπεν· ἐν ἀρχῇ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἀορίστως »ἐν ἀρχῇ ἦν ὁ λόγος« , ἡμῖν καταλιπὼν ζητεῖν ὁποῖος ἦν λόγος. καὶ πάλιν καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« εἶπεν δυνάμενος εἰπεῖν· καὶ ὁ λόγος τοῦ θεοῦ ἦν ἐν τῷ θεῷ. ἀλλὰ καὶ » ‹καὶ› θεὸς ἦν ὁ λόγος« οὐχί· καὶ θεοῦ ἦν ὁ λόγος, ἔφη, ἵνα μὴ τοῦ θεοῦ ἐνέργειάν τινα σημαντικήν τινος ἢ ποιητικὴν εἶναι αὐτὸν ὑπολάβωμεν.

ὃ δὴ Μάρκελλος οἰηθεὶς ἀίδιον εἶναι αὐτὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἀγέννητον, πολλάκις ὡρίσατο· οὐ συνορῶν ὅτι εἰ μὲν ἕτερον τοῦ θεοῦ τὸν λόγον φάσκοι δύο ἔσται ἀίδια (ὁ λόγος καὶ ὁ θεός) καὶ οὐκέτ’ ἔσται

ἀρχὴ μία. εἰ δὲ ἓν λέγοι τὸ ἀίδιον τὸν αὐτὸν ὁριζόμενος εἶναι τὸν θεὸν τῷ λόγῳ γυμνὸν τὸν Σαβέλλιον ὁμολογήσει, υἱοπάτορα τὸν ἕνα κατ’ αὐτὸν ἐκεῖνον εἰσάγων.

ἔσται οὖν ὁ πατὴρ αὐτῷ γεννηθεὶς καὶ παθών, καὶ αὐτὸς ἔσται ὁ εὐχόμενος ἑαυτῷ καὶ ἀπεστάλθαι λέγων ὑφ’ ἑαυτοῦ καὶ υἱὸν ἑαυτοῦ καὶ μονογενῆ, οὐκ ἐπαληθεύων σὺν εἰρωνείᾳ δὲ καταψευδόμενος. καὶ τίς ἂν ἕτερος τούτου δυσσεβέστερος γένοιτ’ ἂν λόγος; ἀλλὰ γὰρ ἡμεῖς φέρε ἴδωμεν, ὁποῖον | ἡμῖν ὁ εὐαγγελιστὴς λόγον εὐαγγελίζεται φάσκων »ἐν ἀρχῇ ἦν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« .

ἡ μὲν οὖν τὸν λόγον δηλοῦσα λέξις, δι’ Ἑλληνικῆς γλώττης ποοενηνεγμένη, πολύσημον ὑποβάλλει τὴν ἐξ αὐτῆς θεωοίαν. α′. κέκληται γὰρ [ὁ] λόγος καὶ ὁ ἐν τῇ λογικῇ ψυχῇ καταβεβλημένος, καθ’ ὃν τὸ λογίζεσθαι ἡμῖν πάρεστιν, β′. καὶ παρὰ τοῦτον ἕτερος. ὁ διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου σημαίνων τι. γ′. καὶ κατὰ τρίτον τρόπον, ὁ διὰ γραφῆς τῷ γραφεῖ συντεταγμένος.

〈δ′.〉 ἤδη δὲ λόγον εἰώθαμεν καλεῖν καὶ τὸν σπερματικὸν ἢ φυτικόν, καθ’ ὃν δυνάμει τὰ μηδέπω φύντα ἐναπόκειται τοῖς σπέρμασιν, μέλλοντα ὅσον οὔπω τῇ ἐνεργείᾳ εἰς φῶς προϊέναι. ε’. καὶ παρὰ ταῦτα ἑτέρως εἰώθασιν ὀνομάζειν λόγον τὸν ἐπιστημονικὸν τέχνης τινὸς ἢ ἐπιστήμης καὶ πάντων τῶν τοιωνδὶ θεωρημάτων καταληπτικόν, οἷον ἰατρικὸν ἢ ἀρχιτεκτονικὸν ἢ γεωμετρικόν.