De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

διαφόρων τοίνυν τρόπων παρισταμένων ἐκ τῆς τοῦ λόγου φωνῆς, τοῦ τε εὐαγγελιστοῦ ἀπολύτως εἰρηκότος ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος« , προσήκει τὸν νοῦν ἐπιστήσαντα καταμαθεῖν, ὡς ξένον τι χρῆμα λόγου παρὰ τὰ ἐγνωσμένα

67v
ἡμῖν ὁ εὐαγγελιστὴς ἐπὶ τοῦ παρόντος παραδίδωσιν, ἀπολύτως μὲν εἰπὼν λόγον προσθεὶς δὲ τὸ ξένον καὶ παράδοξον τῆς ἰδιαζούσης αὐτῷ δυνάμεως ἐν τῷ »καὶ θεὸς ἦν ὁ λόγος« .

μὴ γὰρ τῶν πρός τι, φησίν, νόμιζε εἶναι καὶ τοῦτον, ὡς τὸν ἐν ψυχῇ λόγον ἢ ὡς τὸν διὰ φωνῆς ἀκουόμενον ἢ ὡς τὸν ἐν σωματικοῖς ὄντα σπέρμασιν | ἢ ὡς τὸν ἐν μαθηματικοῖς ὑφεστῶτα θεωρήμασιν· οὗτοι γὰρ πάντες τῶν πρός τι ὄντες ἐν ἑτέρᾳ προϋποκειμένῃ νοοῦνται οὐσίᾳ. ὁ δὲ θεὸς λόγος οὐχ ἑτέρου δεῖται τοῦ προϋποκειμένου, ἵν’ ἐν αὐτῷ γενόμενος ὑποστῇ, καθ’ ἑαυτὸν δέ ἐστιν ζῶν καὶ ὑφεστὼς ἅτε θεὸς ὤν. »θεὸς« γὰρ ἦν ὁ λόγος« .

θεὸν δὲ αὐτὸν ἀκούων, φησίν, μὴ ἄναρχον καὶ ἀγέννητον ὁμοίως τῷ αὐτοῦ

πατρὶ καὶ αὐτὸν εἶναι ὑπολάβῃς, μάνθανε δὲ ὅτι »ἐν ἀρχῇ ἦν οὗτος ὁ θεὸς λόγος. τίνα δ’ αὐτοῦ τὴν ἀρχὴν ὑφίσταται, διασαφεῖ ἑξῆς, οὐκ εἰπών· καὶ ὁ λόγος ἦν ὁ θεός, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἵνα μὴ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων ὁρίσηται, ἀλλ’ οὐδ’· ἐν τῷ θεῷ, ἵνα μὴ καταβάλῃ ἐπὶ τὴν ἀνθρωπίνην ὁμοιότητα, ἀλλὰ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἔφη.

εἰ γὰρ εἰρήκει· καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, ὡς ἐν ὑποκειμένῳ συμβεβηκὸς καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δούς, σύνθετον ὥσπερ〈εὶ〉 εἰσῆγεν ‹ἂν› τὸν θεόν, οὐσίαν μὲν αὐτὸν ὑποτιθέμενος δίχα λόγου συμβεβηκὸς δὲ τῇ οὐσίᾳ τὸν λόγον.

ὅπερ οἰηθεὶς Μάρκελλος τὸν πατέρα καὶ τὸν υἱὸν ἐπὶ τὸ αὐτὸ συνάγει, τὴν μὲν οὐσίαν καλῶν τὸν πατέρα, τὸν δ’ ἐν αὐτῷ λόγον τὸν υἱόν· οὐ λογισάμενος ὡς ὁ τοῦτο διδούς, τὸν θεὸν ἄνευ λόγου ὑποθέμενος. ἀθέῳ καὶ δυσσεβεῖ περιπέσοι ἂν δόγματι θεὸν ἄλογον παραδεχόμενος, ἔχοντα μὲν λόγον ὡς συμβεβηκότα ἐν αὐτῷ οὐ μὴν αὐτὸν ὄντα λόγον·

δέον ἕν τι θεῖον, ἄρρητον, ἀγαθόν, ἁπλοῦν, ἀσύνθετον, μονοειδὲς τὸ ἐπέκεινα τῶν ὅλων ὁμολογεῖν, αὐτόθεον, αὐτονοῦν, αὐτόλογον, αὐτοσοφίαν, αὐτοφῶς, αὐτοζωήν, αὐτοκαλόν, αὐτοαγαθὸν ὄντα καὶ τούτων ὅ τι ἄν τις κρεῖττον ἐπινοήσειεν, μᾶλλον δ’ ὑπὲρ πάντα νοῦν καὶ πάσης ἐπέκεινα διανοίας τε καὶ ἐνθυμήσεως,

τὸν δὲ τούτου μονογενῆ υἱόν, ὡς ἂν εἰκόνα τοῦ πατρὸς ἐξ αὐτοῦ φύντα πάντη τε καὶ κατὰ πάντα ὁμοιότατον ὄντα τῷ γεγεννηκότι, καὶ αὐτὸν θεὸν καὶ νοῦν καὶ λόγον καὶ σοφίαν καὶ ζωὴν καὶ φῶς εἶναι αὐτοῦ τε τοῦ καλοῦ καὶ ἀγαθοῦ εἰκόνα, οὐκ αὐτὸν ὄντα τὸν πατέρα ἀλλὰ τὸν τοῦ πατρὸς μονογενῆ υἱόν, οὐδ’ αὐτὸν ὄντα τὸν ἀγέννητον καὶ ἄναρχον ἀλλὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ ἀρχὴν ἐπιγραφόμενον τὸν γεγεννηκότα.

εἰ δὲ τούτοις ἀντιλέγων Μάρκελλος ταὐτὸν εἶναι φάσκοι τὸν θεὸν | καὶ τὸν ἐν αὐτῷ λόγον, ἀσύνθετον καὶ ἁπλοῦν τὸν θεὸν ὁριζόμενος, ὥρα μήτε πατέρα μήτε υἱὸν ὁμολογεῖν αὐτόν, ἄντικρυς δὲ τὸν Ἰουδαῖον προβάλλεσθαι ἢ τὸν Σαβέλλιον εἰσάγειν, πατέρα καὶ υἱὸν τὸν αὐτὸν εἶναι φάσκοντα· ὥστε κατ’ αὐτὸν τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος« ἴσον εἶναι τῷ ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ τὸ καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἴσον εἶναι τῷ καὶ ὁ θεὸς ἦν πρὸς τὸν θεόν,

ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκειμένου;

οὐ γὰρ ὑπ’ αὐτοῦ φησιν οὐδ’ ἐξ αὐτοῦ τὰ πάντα γεγενῆσθαι. ἀλλὰ »δι’ αὐτοῦ«. ἡ δὲ διὰ πρόθεσις τὸ ὑπηρετικὸν σημαίνει, ὡς ὁ αὐτὸς
68r
εὐαγγελιστὴς προϊὼν ἔξῆς παρίστησιν λέγων ὁ νόμος διὰ Μωσέως ἐδόθη. ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«· ὡς γὰρ ὁ νόμος οὐκ ὢν ἀνθρώπινος οὐδ’ αὐτοῦ Μωσέως ὑπάρχων ἀλλ’ ἐκ τοῦ θεοῦ Μωσέα διάκονον καὶ ὑπηρέτην ἐπεγράψατο τῆς εἰς ἀνθρώπους ἐκδόσεως, καὶ διὰ τοῦτ’ εἴρηται »ὁ νόμος διὰ Μωσέως ἐδόθη«, οὕτως καὶ »ἡ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«, τοῦ πατρὸς αὐτὴν διὰ τοῦ Χριστοῦ κατεργασαμένου.

ὡσαύτως οὖν εἴρηται καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο«, ἑτέρου μὲν πεποιηκότος, αὐτοῦ δὲ διακονησαμένου· ὥσθ’ ἕτερον ζητεῖν τὸν ποιητὴν τῶν ὅλων τὸν διὰ τοῦ θεολογουμένου τὰ πάντα ὑποστησάμενον. καὶ τίς ἂν γένοιτο οὗτος; ἀλλ’ οὐκ ἂν ἔχοι εἰπεῖν.

ὧν οὕτως ἐχόντων ὁμολογεῖν ἀνάγκη τὸν θεολογούμενον ὑπὸ τοῦ εὐαγγελιστοῦ μὴ τὸν ἐπὶ πάντων εἶναι θεὸν μηδ’ αὐτὸν τὸν πατέρα, τὸν δὲ τούτου μονοχενῆ υἱόν, οὐ συμβεβηκότα τῷ πατρὶ οὐδ’ ὡς ἐν ὑποκειμένῳ ἐν αὐτῷ ὄντα οὐδὲ ἓν καὶ ταὐτὸν τῷ θεῷ ὄντα, υἱὸν δὲ ἀληθῶς ὄντα, ζῶντα καὶ ὑφεστῶτα, ἐν ἀρχῇ τε ὄντα καὶ πρὸς τὸν θεὸν ὄντα καὶ θεὸν ὄντα, δι’ οὗ τὰ πάντα δημιουργεῖ·

ὡς ὀρθῶς ἄν τινα ἐπὶ τὸ σαφέστερον μεταλαβόντα φάναι ἀντὶ τοῦ »ἐν ἀρχῇ ἦν ὁ λόγος«, τὸ ἐν ἀρχῇ ἦν ὁ υἱός, καὶ ἀντὶ τοῦ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« τὸ καὶ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, καὶ ἀντὶ τοῦ »καὶ θεὸς ἦν ὁ λόγος« τὸ καὶ θεὸς ἦν ὁ υἱός. οὕτω δ’ ἂν ἁρμόσειεν καὶ τὸ ἑξῆς ἐπαγόμενον, »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

εἰκότως τοιγαροῦν ὁ θεῖος εὐαγγελιστὴς ἐν ἀρχῇ αὐτὸν ἔφη δοὺς αὐτῷ ἀρχήν, δῆλον δ’ ὅτι τὴν γέννησιν, τὴν ἐκ τοῦ πατρός· πᾶν γὰρ τὸ ἔκ τινος γεννηθὲν ἀρχὴν ἔχει τὸν γεγεννηκότα. οὐ μὴν ἔθ’ ὁμοίως ἐπήγαγεν τὸ καὶ 〈ὁ〉 λόχος ἦν ἐν τῷ θεῷ, ἀλλὰ »πρὸς τὸν θεὸν ἦν ὁ λόγος«, διδάσκων τὸν γεννηθέντα καὶ ἀρχὴν τὸν πατέρα κτησάμενον μὴ μακράν που εἶναι τοῦ πατρὸς μηδὲ ἀπεσχοινίσθαι καὶ πόρρω που ἀφεστάναι αὐτοῦ, ἀλλὰ παρεῖναι αὐτῷ καὶ σὺν αὐτῷ εἶναι·

ὃ δὴ καὶ ἐν Παροιμίαις ἐδίδασκεν πρότερον φήσας »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«, ἔπειτα προσθεὶς »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. οὕτως οὖν ὁ λόγος, δῆλον δ’ ὅτι ὁ μονογενὴς υἱός, ἦν πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν θεὸν συνὼν καὶ

συμπαρὼν αὐτῷ ἀεὶ καὶ πάντοτε·

ὃ δὴ καὶ παρίστη λέγων »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«. ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι καὶ ὁποίου ὑπῆρχεν ἀξιώματος, ἀναγκαίως συνῆψεν τὸ »καὶ θεὸς ἦν ὁ λόγος«. πῶς γὰρ οὐκ ἔμελλεν θεὸς εἶναι ὁ ἐκ τοῦ ἑνὸς καὶ μόνου ἀγεννήτου θεοῦ γεννηθείς; εἰ γὰρ τὸ »γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν« κατὰ τὴν σωτήριον διδασκαλίαν, ἀκολούθως καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. διὸ καὶ »θεὸς ἦν ὁ λόγος«·

καὶ θεὸς ποιητικὸς καὶ δημιουργικὸς πάντων. ὃ δὴ καὶ αὐτὸ παρέστησεν ὁ εὐαγγελιστὴς ἑξῆς τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο« ἐπισυνάψας. ὁ μὲν οὖν παιδαγωγὸς νόμος διὰ Μωσέως ἐν τῇ κοσμοποιίᾳ τὸν θεὸν ποιητὴν τοῦ παντὸς εἰσάγων στοιχεῖά τε καὶ εἰσαγωγὰς θεοσεβείας παραδιδοὺς ἐδίδασκεν, λέγων »ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« καὶ τὰ τούτοις ἑξῆς,

δι’ ὧν τὸν Ἰουδαίων παιδαγωγῶν λαὸν γενητὸν εἶναι τὸν κόσμον ἡγεῖσθαι παρῄνει. πρὸς τὸ μὴ τὴν κτίσιν παρὰ τὸν κτίσαντα« σέβειν.

ὅπως δὲ ὁ θεὸς καὶ διὰ τίνος τὰ σύμπαντα ἐδημιούργει,

68v
οὐκέτι Μωσῆς τοῖς ὑπ’ αὐτὸν παρεδίδου, »ἧ« δὲ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ« τὸ σεσιγημένον ὑπὸ Μωσέως μυστήριον εὐαγγελιζομένη καινοτέρας καὶ μυστικῆς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατῆρξε διδασκαλίας, ἄντικρυς τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶσα τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος«, καὶ τὸ »πάντα δι’ αὐτοῦ ἐγένετο,

καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, καὶ ἔτι τούτοις προσθεῖσα τὸ »ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. | καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει«, καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν τὸν υἱὸν τοῦ θεοῦ καὶ τὰ ἐξαίρετα τοῦ θείου φωτὸς καὶ τῆς ἐν αὐτῷ ζωῆς, ὅπως τε δι’ αὐτοῦ τὰ ὑπὸ Μωσέως εἰρημένα πάντα καὶ τὰ ἔτι τούτων ἐπέκεινα συνέστη, παιδεύει. ἀλλὰ τούτων οὐδὲν Μάρκελλος εἰδὼς ποτὲ μὲν Ἰουδαΐζων ποτὲ δὲ Σαβελλίζων ἁλίσκεται,

κατὰ μὲν τὸν Ἰουδαῖον πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν εἶναι φάσκων πλὴν τοῦ θεοῦ μόνου, 〈τῆς ἐκκλησίας〉 πρὸ τῆς τοῦ κόσμου συστάσεως τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν ὁμολογούσης, κατὰ δὲ τὸν Σαβέλλιον ἕνα καὶ τὸν αὐτὸν εἶναι ἀποφαινόμενος υἱὸν καὶ πατέρα καὶ ποτὲ μὲν αὐτὸν ἐνδιάθετον εἰσάγων λόγον ποτὲ δὲ προφορικόν.