De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

κἂν μυριάκις τοίνυν διὰ τοῦ προφήτου βοῶν φάσκῃ »πλὴν ἐμοῦ οὐκ ἔστιν θεὸς« καὶ »πλὴν ἐμοῦ οὐκ ἔστιν δίκαιος καὶ σωτὴρ« καὶ »θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ« καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τοῖς λοιποῖς φέρεται προφήταις. θεὸς ἦν καὶ ἐξ ἐκείνου »ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«. καὶ αὐτὸς ἦν ὁ πατὴρ ταῦτα διὰ τοῦ μονογενοῦς υἱοῦ, οἷα δι’ ἑρμηνέως, ἀνθρώποις ὑποφθεγγόμενος. ὁ δὴ καὶ αὐτὸς ὁ υἱὸς ἐν Εὐαγγελίοις παρεδίδου, ἕνα μόνον εἰδέναι διδάσκων θεόν, ἐν οἷς ἔλεγεν »αὕτη δέ ἐστιν ἡ αἰώ|νιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν«.

αὐτὸς οὖν ὁ ἀληθινὸς ἦν θεός, ὁ εἷς μόνος καὶ ἕτερος οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μὴ μόνον διὰ τῶν προφητῶν ἀλλὰ διὰ τοῦ ἰδίου υἱοῦ ταῦτα κατ’ ἐκεῖνο καιροῦ εἰδωλολατρεύοντι τῷ Ἰουδαίων ἐγκελευόμενος ἔθνει. αὐτίκα δ’ οὖν ὁ Ἡσαΐας (μᾶλλον δὲ ὁ θεὸς δι’ αὐτοῦ) εἰπὼν »πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. τίς ὥσπερ ἐγώ;« καὶ ἑξῆς »μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ«, ἐπήγαγεν τὸ »καὶ οὐκ ἦσαν τότε. οἱ πλάσσοντες καὶ οἱ γλύφοντες πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν«.

καὶ δι’ ὅλης δὲ τῆς αὐτοῦ προφητείας εὕροις ἂν κοπτόμενα τὰ ἄψυχα ξόανα, καὶ παρ’ ἑκάστω δὲ προφήτῃ ὁμοίως εἰς ἀποτροπὴν τῆς πολυθέου πλάνης τὸν ἕνα θεὸν κηρυττόμενον εὑρήσεις. οὕτω καὶ ἡμεῖς εἰώθαμεν Ἑλλήνων τοῖς δεισιδαίμοσιν ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις τὴν μὲν περὶ τοῦ Χριστοῦ διδασκαλίαν εἰς εὔκαιρον ταμιεύεσθαι, τέως δὲ αὐτοῖς τῆς εἰδωλολάτρου πλάνης ἐλέγχους προσφέρειν καὶ τὸν ἕνα εἶναι θεὸν ἀποδεικτικοῖς κατασκευάζειν λόγοις.

μανθανέτω τοίνυν Μάρκελλος, εἰ καταγηράσας ἐν ἐπισκοπῇ τῆς Χριστοῦ ἐκκλησίας οὔπω καὶ νῦν μεμάθηκεν, ὅτι τῷ παλαιῷ λαῷ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις κατάλληλος οὐδαμῶς ἦν, ὀλισθηρῶς ἔχοντι πρὸς εἰδωλολατρείαν, καὶ ὡς μόνῃ τῇ αὐτοῦ ἐκκλησίᾳ »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ

τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν« διὰ τῆς αὐτοῦ χάριτος ἐταμιεύετο, ἐν ᾧ μυστηρίῳ ὁ περὶ τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος περιείχετο λόγος.

ὁ δὲ τοσαῦτα συναγαγὼν ὅσα ἂν εἴποι καὶ Ἰουδαίων διδάσκαλος περὶ τῆς ἐκτομῆς ὁμιλῶν ἐν Ἰουδαίων συναγωγῇ, σεμνύνεται τοῖς Χριστοῦ μαθηταῖς ταῦτα προβαλλόμενος, οὐκ εἰδὼς ὅτι πλείονα αὐτοῦ εἴποι ἂν ὁ σωματικὸς Ἰουδαῖος. ἐπὶ τούτοις μὲν οὖν αὐχεῖ, τὰς δ’ ἀληθεῖς περὶ τοῦ σωτῆρος ἡμῶν θέο λογίας διαστρέφων οὐκ ἐγκαλύπτεται.